1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν *⸉ αὐτοῖς ἐν παραβολαῖς RP f 35 TR ¦ ἐν παραβολαῖς αὐτοῖς TNT2 WH NA NIV SBL ⸉αὐτοῖς ἐν παραβολαῖς,⸊ λέγων, 2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ· 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου *⸂ ἡτοίμασα RP f 35 TR ¦ ἡτοίμακα TNT2 WH NA NIV SBL ⸂ἡτοίμασα,⸃ οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, *⸂ ὁ … ὁ RP f 35 TR ¦ ὃς … ὃς TNT2 WH NA NIV SBL ⸂ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ⸃ δὲ *⸂2 εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL ⸂2εἰς⸃ τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 *⸂ Καὶ ἀκούσας ὁ βασιλεὺς RP f 35 ¦ Ἀκούσας δὲ ὁ βασιλεὺς TR ¦ Ὁ δὲ βασιλεὺς TNT2 WH NA NIV SBL ⸂Καὶ ἀκούσας ὁ βασιλεὺς⸃ *⸋ ἐκεῖνος RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ἐκεῖνος⸌ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8 Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους *⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL ⸂ἂν⸃ εὕρητε, καλέσατε εἰς τοὺς γάμους. 10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας *⸂ ὅσους RP f 35 TR TNT2 ¦ οὓς WH NA NIV SBL ⸂ὅσους⸃ εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ *⸂2 γάμος RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ νυμφὼν WH NA25 ⸂2γάμος⸃ ἀνακειμένων. 11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. 13 Τότε *⸉ εἶπεν ὁ βασιλεὺς RP f 35 TR ¦ ὁ βασιλεὺς εἶπεν TNT2 WH NA NIV SBL ⸉εἶπεν ὁ βασιλεὺς⸊ τοῖς διακόνοις, Δήσαντες αὐτοῦ *⸉2 πόδας καὶ χεῖρας RP TR TNT2 WH NA NIV SBL ¦ χεῖρας καὶ πόδας f 35 ⸉2πόδας καὶ χεῖρας,⸊ *⸂ ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP f 35 TR ¦ ἐκβάλετε αὐτὸν TNT2 WH NA NIV SBL ⸂ἄρατε αὐτὸν καὶ ἐκβάλετε⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, *⸂ λέγοντες RP f 35 TR NA27+28 NIV SBL ¦ λέγοντας TNT2 WH NA25 ⸂λέγοντες,⸃ Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 Λέγουσιν *⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋αὐτῷ,⸌ Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, *⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οἱ⸌ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν *⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ⸌ ἡ γυνή. 28 Ἐν τῇ *⸉ οὖν ἀναστάσει RP f 35 TR ¦ ἀναστάσει οὖν TNT2 WH NA NIV SBL ⸉οὖν ἀναστάσει,⸊ τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε *⸂ ἐκγαμίζονται RP f 35 TR ¦ γαμίζονται TNT2 WH NA NIV SBL ⸂ἐκγαμίζονται,⸃ ἀλλ᾽ ὡς ἄγγελοι *⸂2 τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV ¦ θεοῦ SBL ⸂2τοῦ θεοῦ⸃ ἐν *⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL ⸆ οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ; *⸂ Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν RP f 35 TR ¦ Οὐκ ἔστιν ὁ θεὸς νεκρῶν TNT2 WH NA NIV SBL ⸂Οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν,⸃ ἀλλὰ ζώντων. 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, *⸋ καὶ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ λέγων,⸌ 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 *⸂ ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL ⸂ὁ δὲ Ἰησοῦς⸃ *⸂2 ἔφη RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶπεν TR ⸂2ἔφη⸃ αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, *⸂3 ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου RP ¦ ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου f 35 TR TNT2 NA NIV SBL ¦ ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου WH ⸂3ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.⸃ 38 Αὕτη ἐστὶν *⸂ πρώτη καὶ μεγάλη RP f 35 TR ¦ ἡ μεγάλη καὶ πρώτη TNT2 WH NA NIV SBL ⸂πρώτη καὶ μεγάλη⸃ ἐντολή. 39 Δευτέρα *⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋δὲ⸌ ὁμοία *⸂ αὐτῇ RP TR TNT2 NA NIV SBL ¦ αὕτη f 35 WH ⸂αὐτῇ,⸃ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς *⸂ ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται RP f 35 TR ¦ ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται TNT2 WH NA NIV SBL ⸂ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.⸃
41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42 λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; Τίνος υἱός ἐστιν; Λέγουσιν αὐτῷ, Τοῦ Δαυίδ. 43 Λέγει αὐτοῖς, Πῶς οὖν Δαυὶδ ἐν πνεύματι *⸉ κύριον αὐτὸν καλεῖ RP f 35 TR ¦ καλεῖ αὐτὸν κύριον TNT2 WH NA NIV SBL ⸉κύριον αὐτὸν καλεῖ,⸊ λέγων, 44 Εἶπεν *⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου *⸂ ὑποπόδιον RP f 35 TR ¦ ὑποκάτω TNT2 WH NA NIV SBL ⸂ὑποπόδιον⸃ τῶν ποδῶν σου; 45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 Καὶ οὐδεὶς ἐδύνατο *⸉ αὐτῷ ἀποκριθῆναι RP TR ¦ ἀποκριθῆναι αὐτῷ f 35 TNT2 WH NA NIV SBL ⸉αὐτῷ ἀποκριθῆναι⸊ λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
<- ΜΑΤΘΑΙΟΝ 21ΜΑΤΘΑΙΟΝ 23 ->