1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν *⸂ αὐτοῖς RP TNT2 WH NA NIV SBL ¦ αὐτῷ f 35 TR ⸂αὐτοῖς⸃ *⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL ⸂2ἀπὸ⸃ τῶν ὑπαρχόντων αὐταῖς.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς, 5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. 6 Καὶ ἕτερον *⸂ ἔπεσεν RP f 35 TR ¦ κατέπεσεν TNT2 WH NA NIV SBL ⸂ἔπεσεν⸃ ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. 7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 Καὶ ἕτερον ἔπεσεν *⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ TR ⸂εἰς⸃ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, *⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγοντες,⸌ Τίς *⸉ εἴη ἡ παραβολὴ αὕτη RP f 35 TR TNT2 ¦ αὕτη εἴη ἡ παραβολή WH NA NIV SBL ⸉εἴη ἡ παραβολὴ αὕτη;⸊ 10 Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 12 Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ *⸂ ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL ⸂ἀκούοντες,⸃ εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ακούειν, ἀκουέτω. f 35⸆ Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας *⸂ ἐπιτίθησιν RP f 35 TR ¦ τίθησιν TNT2 WH NA NIV SBL ⸂ἐπιτίθησιν,⸃ ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ *⸂ γνωσθήσεται RP f 35 TR ¦ μὴ γνωσθῇ TNT2 WH NA NIV SBL ⸂γνωσθήσεται⸃ καὶ εἰς φανερὸν ἔλθῃ. 18 Βλέπετε οὖν πῶς ἀκούετε· *⸂ ὃς γὰρ ἐὰν ἔχῃ … καὶ ὃς ἐὰν μὴ ἔχῃ RP f 35 ¦ ὃς γὰρ ἂν ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TR ¦ ὃς ἂν γὰρ ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TNT2 WH NA NIV SBL ⸂ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ,⸃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
19 *⸂ Παρεγένοντο RP f 35 TR ¦ Παρεγένετο TNT2 WH NA NIV SBL ⸂Παρεγένοντο⸃ δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 *⸂ Καὶ ἀπηγγέλη RP f 35 TR ¦ Ἀπηγγέλη δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ ἀπηγγέλη⸃ αὐτῷ, *⸋ λεγόντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λεγόντων,⸌ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν *⸉ σε θέλοντες RP f 35 TR SBL ¦ θέλοντες σε TNT2 WH NA NIV ⸉σε θέλοντες.⸊ 21 Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες *⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτόν.⸌
22 *⸂ Καὶ ἐγένετο RP f 35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ ἐγένετο⸃ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. 23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 24 *⸂ Προσελθόντες δὲ RP TR TNT2 WH NA NIV SBL ¦ Καὶ προσελθόντες f 35⸂Προσελθόντες δὲ⸃ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ *⸂2 ἐγερθεὶς RP f 35 TR ¦ διεγερθεὶς TNT2 WH NA NIV SBL ⸂2ἐγερθεὶς⸃ ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 Εἶπεν δὲ αὐτοῖς, Ποῦ *⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐστιν⸌ ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν *⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL ⸂Γαδαρηνῶν,⸃ ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. 27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν *⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτῷ⸌ ἀνήρ τις ἐκ τῆς πόλεως, *⸂ ὃς εἶχεν RP f 35 TNT2 ¦ ὃς εἶχε TR ¦ ἔχων WH NA NIV SBL ⸂ὃς εἶχεν⸃ δαιμόνια *⸂2 ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP f 35 TR ¦ καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον TNT2 WH NA NIV SBL ⸂2ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο,⸃ καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν. 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν, *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 29 *⸂ Παρήγγειλεν RP f 35 NA27+28 NIV ¦ Παρήγγελλε TR ¦ Παρήγγελλεν TNT2 WH NA25 SBL ⸂Παρήγγειλεν⸃ γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο *⸂2 ὑπὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπὸ WH NA25 ⸂2ὑπὸ⸃ τοῦ *⸂3 δαίμονος RP f 35 TR ¦ δαιμονίου TNT2 WH NA NIV SBL ⸂3δαίμονος⸃ εἰς τὰς ἐρήμους. 30 Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς, *⸋ λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋λέγων,⸌ Τί σοι *⸉ ἐστὶν ὄνομα RP f 35 TR ¦ ὄνομά ἐστὶν TNT2 WH NA NIV SBL ⸉ἐστὶν ὄνομα;⸊ Ὁ δὲ εἶπεν, Λεγεών· ὅτι *⸉2 δαιμόνια πολλὰ εἰσῆλθεν RP f 35 TR TNT2 ¦ εἰσῆλθεν δαιμόνια πολλὰ WH NA NIV SBL ⸉2δαιμόνια πολλὰ εἰσῆλθεν⸊ εἰς αὐτόν. 31 Καὶ *⸂ παρεκάλει RP f 35 TR ¦ παρεκάλουν TNT2 WH NA NIV SBL ⸂παρεκάλει⸃ αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν *⸂ βοσκομένων RP f 35 TR TNT2 ¦ βοσκομένη WH NA NIV SBL ⸂βοσκομένων⸃ ἐν τῷ ὄρει· καὶ *⸂2 παρεκάλουν RP f 35 TR ¦ παρεκάλεσαν TNT2 WH NA NIV SBL ⸂2παρεκάλουν⸃ αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου *⸂ εἰσῆλθον RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰσῆλθεν TR ⸂εἰσῆλθον⸃ εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη. 34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ *⸂ γεγενημένον RP f 35 TR ¦ γεγονὸς TNT2 WH NA NIV SBL ⸂γεγενημένον⸃ ἔφυγον, καὶ *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπελθόντες TR ⸆ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια *⸂ ἐξεληλύθει RP f 35 TR TNT2 ¦ ἐξῆλθεν WH NA NIV SBL ⸂ἐξεληλύθει,⸃ ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36 Ἀπήγγειλαν δὲ αὐτοῖς *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 Καὶ *⸂ ἠρώτησαν RP f 35 TR ¦ ἠρώτησεν TNT2 WH NA NIV SBL ⸂ἠρώτησαν⸃ αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς *⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸ⸌ πλοῖον ὑπέστρεψεν. 38 Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν *⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ Ἰησοῦς⸌ λέγων, 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα *⸉ ἐποίησέν σοι RP f 35 ¦ ἐποίησέ σοι TR ¦ σοι ἐποίησέν TNT2 WH NA NIV SBL ⸉ἐποίησέν σοι⸊ ὁ θεός. Καὶ ἀπῆλθεν, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 *⸂ Ἐγένετο δὲ ἐν RP f 35 TR ¦ Ἐν δὲ TNT2 WH NA NIV SBL ⸂Ἐγένετο δὲ ἐν⸃ τῷ *⸂2 ὑποστρέψαι RP f 35 TR TNT2 ¦ ὑποστρέφειν WH NA NIV SBL ⸂2ὑποστρέψαι⸃ τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ *⸂ αὐτὸς RP f 35 TR ¦ οὗτος TNT2 WH NA NIV SBL ⸂αὐτὸς⸃ ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας *⸋ τοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τοῦ⸌ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ *⸂ αὕτη RP f 35 TNT2 NA25 ¦ αὐτὴ TR WH NA27+28 NIV SBL ⸂αὕτη⸃ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις *⸂ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον RP f 35 TNT2 NA27+28 SBL ¦ εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον TR ¦ – WH NA25 NIV ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν *⸂2 ὑπ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL ⸂2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος *⸂ καὶ οἱ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ καὶ οἱ σὺν αὐτῷ TNT2 ¦ – WH NA NIV SBL ⸂καὶ οἱ μετ᾽ αὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, *⸋ καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;⸌ 46 Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν *⸂ ἐξελθοῦσαν RP f 35 TR ¦ ἐξεληλυθυῖαν TNT2 WH NA NIV SBL ⸂ἐξελθοῦσαν⸃ ἀπ᾽ ἐμοῦ. 47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν *⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 Ὁ δὲ εἶπεν αὐτῇ, *⸋ Θάρσει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Θάρσει,⸌ *⸂ θύγατερ RP f 35 TR ¦ θυγάτηρ TNT2 WH NA NIV SBL ⸂θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων *⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτῷ⸌ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· *⸂ μὴ RP f 35 TR ¦ μηκέτι TNT2 WH NA NIV SBL ⸂μὴ⸃ σκύλλε τὸν διδάσκαλον. 50 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, *⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγων,⸌ Μὴ φοβοῦ. Μόνον *⸂ πίστευε RP f 35 TR ¦ πίστευσον TNT2 WH NA NIV SBL ⸂πίστευε,⸃ καὶ σωθήσεται. 51 *⸂ Ἐλθὼν RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἰσελθὼν TR ⸂Ἐλθὼν⸃ δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν *⸂2 οὐδένα RP f 35 TR ¦ τινα TNT2 WH NA NIV SBL ⸂2οὐδένα,⸃ *⸆ – RP f 35 TR ¦ σὺν αὐτῷ TNT2 WH NA NIV SBL ⸆ εἰ μὴ Πέτρον καὶ *⸉ Ἰωάννην καὶ Ἰάκωβον RP f 35 NA NIV SBL ¦ Ἰάκωβον καὶ Ἰωάννην TR ¦ Ἰωάνην καὶ Ἰάκωβον TNT2 WH ⸉Ἰωάννην καὶ Ἰάκωβον,⸊ καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, Μὴ κλαίετε· *⸂ οὐκ RP f 35 TR NA25 ¦ οὐ γὰρ TNT2 WH NA27+28 NIV SBL ⸂οὐκ⸃ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 Αὐτὸς δὲ *⸋ ἐκβαλὼν ἔξω πάντας, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐκβαλὼν ἔξω πάντας, καὶ⸌ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, Ἡ παῖς, ἐγείρου. 55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
<- ΛΟΥΚΑΝ 7ΛΟΥΚΑΝ 9 ->