1 *⸂ Ἐπεὶ δὲ RP f 35 TR ¦ Ἐπειδὴ TNT2 WH NA NIV SBL ⸂Ἐπεὶ δὲ⸃ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ *⸂ παρέξει RP f 35 TR ¦ παρέξῃ TNT2 WH NA NIV SBL ⸂παρέξει⸃ τοῦτο· 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν *⸋ πρὸς αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋πρὸς αὐτὸν⸌ *⸉ ὁ ἑκατόνταρχος φίλους RP f 35 TR ¦ φίλους ὁ ἑκατόνταρχος TNT2 ¦ φίλους ὁ ἑκατοντάρχης WH NA NIV SBL ⸉ὁ ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ *⸉2 εἰμι ἱκανὸς RP f 35 TR ¦ ἱκανὸς εἰμι TNT2 WH NA NIV SBL ⸉2εἰμι ἱκανὸς⸊ ἵνα *⸉3 μου ὑπὸ τὴν στέγην f 35 ¦ ὑπὸ τὴν στέγην μου RP TR TNT2 WH NA NIV SBL ⸉3μου ὑπὸ τὴν στέγην⸊ εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ *⸂ ἰαθήσεται RP f 35 TR ¦ ἰαθήτω TNT2 WH NA NIV SBL ⸂ἰαθήσεται⸃ ὁ παῖς μου. 8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, *⸂ οὔτε RP ¦ οὐδὲ f 35 TR TNT2 WH NA NIV SBL ⸂οὔτε⸃ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 Καὶ ὑποστρέψαντες *⸉ οἱ πεμφθέντες εἰς τὸν οἶκον RP f 35 TR ¦ εἰς τὸν οἶκον οἱ πεμφθέντες TNT2 WH NA NIV SBL ⸉οἱ πεμφθέντες εἰς τὸν οἶκον⸊ εὗρον τὸν *⸋ ἀσθενοῦντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀσθενοῦντα⸌ δοῦλον ὑγιαίνοντα.
11 Καὶ ἐγένετο ἐν *⸂ τῷ RP TNT2 WH NA NIV SBL ¦ τῇ f 35 TR ⸂τῷ⸃ ἑξῆς, *⸂2 ἐπορεύετο RP f 35 TR TNT2 ¦ ἐπορεύθη WH NA NIV SBL ⸂2ἐπορεύετο⸃ εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ *⸋ ἱκανοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἱκανοί,⸌ καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, *⸉ υἱὸς μονογενὴς RP f 35 TR ¦ μονογενὴς υἱὸς TNT2 WH NA NIV SBL ⸉υἱὸς μονογενὴς⸊ τῇ μητρὶ αὐτοῦ, καὶ *⸂ αὐτὴ RP f 35 TR WH NA27+28 NIV SBL ¦ αὕτη TNT2 NA25 ⸂αὐτὴ⸃ *⸆ – RP f 35 ¦ ἦν TR TNT2 WH NA NIV SBL ⸆ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς *⸆2 – RP f 35 TR ¦ ἦν TNT2 WH NA NIV SBL ⸆2 σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβεν δὲ φόβος *⸂ πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR ⸂πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας *⸂2 ἐγήγερται RP f 35 TR ¦ ἠγέρθη TNT2 WH NA NIV SBL ⸂2ἐγήγερται⸃ ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ *⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἐν⸌ πάσῃ τῇ περιχώρῳ.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς *⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL ⸂τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ *⸂2 ἄλλον RP f 35 TR NA NIV SBL ¦ ἕτερον TNT2 WH ⸂2ἄλλον⸃ προσδοκῶμεν; 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς *⸂ ἀπέσταλκεν RP f 35 TR TNT2 ¦ ἀπέστειλεν WH NA NIV SBL ⸂ἀπέσταλκεν⸃ ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 21 Ἐν *⸂ αὐτῇ RP f 35 TR ¦ ἐκείνῃ TNT2 WH NA NIV SBL ⸂αὐτῇ⸃ *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο *⸋2 τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2τὸ⸌ βλέπειν. 22 Καὶ ἀποκριθεὶς *⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· *⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋2ὅτι⸌ τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, *⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV ⸆ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν *⸂ τοῖς ὄχλοις RP f 35 ¦ πρὸς τοὺς ὄχλους TR TNT2 WH NA NIV SBL ⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί *⸂2 ἐξεληλύθατε … ἐξεληλύθατε … ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε … ἐξήλθατε … ἐξήλθατε TNT2 WH NA NIV SBL ⸂2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, *⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 Λέγω *⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν *⸋2 προφήτης RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋2προφήτης⸌ Ἰωάννου *⸋3 τοῦ βαπτιστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. 31 *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ κύριος TR ⸆ Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, *⸂ καὶ λέγουσιν RP f 35 TR ¦ λέγοντες TNT2 ¦ ἃ λέγει WH NA NIV SBL ⸂καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν *⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε. 33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς *⸂ μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων RP f 35 TR ¦ μήτε ἔσθων ἄρτον μήτε πίνων οἶνον TNT2 ¦ μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον WH ¦ μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον NA NIV SBL ⸂μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, *⸉ φίλος τελωνῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τελωνῶν φίλος TR ⸉φίλος τελωνῶν⸊ καὶ ἁμαρτωλῶν. 35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ *⸉ τῶν τέκνων αὐτῆς πάντων RP f 35 TR ¦ πάντων τῶν τέκνων αὐτῆς TNT2 WH NA NIV SBL ⸉τῶν τέκνων αὐτῆς πάντων.⸊
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς *⸂ τὴν οἰκίαν RP f 35 TR ¦ τὸν οἶκον TNT2 WH NA NIV SBL ⸂τὴν οἰκίαν⸃ τοῦ Φαρισαίου *⸂2 ἀνεκλίθη RP f 35 TR ¦ κατεκλίθη TNT2 WH NA NIV SBL ⸂2ἀνεκλίθη.⸃ 37 Καὶ ἰδού, γυνὴ *⸉ ἐν τῇ πόλει, ἥτις ἦν RP f 35 TR ¦ ἥτις ἦν ἐν τῇ πόλει TNT2 WH NA NIV SBL ⸉ἐν τῇ πόλει, ἥτις ἦν⸊ ἁμαρτωλός, *⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL ⸆ ἐπιγνοῦσα ὅτι *⸂ ἀνάκειται RP f 35 TR ¦ κατάκειται TNT2 WH NA NIV SBL ⸂ἀνάκειται⸃ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα *⸉ παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω RP f 35 TR ¦ ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL ⸉παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω⸊ κλαίουσα, *⸉2 ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν RP f 35 ¦ ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι TR ¦ τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL ⸉2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν *⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 ⸆ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ *⸉ φησιν, Διδάσκαλε, εἰπέ RP f 35 ¦ φησι, Διδάσκαλε, εἰπέ TR ¦ Διδάσκαλε, εἰπέ, φησιν TNT2 WH NA NIV SBL ⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊ 41 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, *⸋2 εἰπέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2εἰπέ,⸌ πλεῖον *⸉ αὐτὸν ἀγαπήσει RP f 35 TR ¦ ἀγαπήσει αὐτόν TNT2 WH NA NIV SBL ⸉αὐτὸν ἀγαπήσει;⸊ 43 Ἀποκριθεὶς *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ *⸋2 ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋2ὁ⸌ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ *⸂ ἐπὶ τοὺς πόδας μου RP f 35 TR ¦ μοι ἐπὶ πόδας TNT2 WH NA NIV SBL ⸂ἐπὶ τοὺς πόδας μου⸃ οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν *⸋ τῆς κεφαλῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῆς κεφαλῆς⸌ αὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ *⸂ διέλιπεν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ διέλιπε TR ¦ διέλειπεν NA25 ⸂διέλιπεν⸃ καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν *⸉ μου τοὺς πόδας RP f 35 TR ¦ τοὺς πόδας μου TNT2 WH NA NIV SBL ⸉μου τοὺς πόδας.⸊ 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
<- ΛΟΥΚΑΝ 6ΛΟΥΚΑΝ 8 ->