1 Καὶ *⸉ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP f 35 TR ¦ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL ⸉περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα⸊ ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου *⸂ θεωρήσωσιν RP f 35 ¦ θεωρήσωσι TR ¦ θεωρήσουσιν TNT2 WH NA NIV SBL ⸂θεωρήσωσιν⸃ *⸂2 τὰ ἔργα σου RP TR NA25 ¦ τὰ ἔργα f 35 NIV73 ¦ σοῦ τὰ ἔργα TNT2 WH NA27+28 NIV11 SBL ⸂2τὰ ἔργα σου⸃ ἃ ποιεῖς. 4 Οὐδεὶς γὰρ *⸉ ἐν κρυπτῷ τι RP f 35 TR ¦ τι ἐν κρυπτῷ TNT2 WH NA NIV SBL ⸉ἐν κρυπτῷ τι⸊ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν *⸋ ταύτην RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ταύτην·⸌ ἐγὼ *⸂ οὔπω RP f 35 TR WH NIV73 ¦ οὐκ TNT2 NA NIV11 SBL ⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι *⸂2 ὁ καιρὸς ὁ ἐμὸς RP f 35 TR ¦ ὁ ἐμὸς καιρὸς TNT2 WH NA NIV SBL ⸂2ὁ καιρὸς ὁ ἐμὸς⸃ οὔπω πεπλήρωται. 9 Ταῦτα *⸋ δὲ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋δὲ⸌ εἰπὼν *⸂ αὐτοῖς RP f 35 TR WH NA25 ¦ αὐτὸς TNT2 NA27+28 NIV SBL ⸂αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, *⸉ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP f 35 TR ¦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη TNT2 WH NA NIV SBL ⸉τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12 Καὶ γογγυσμὸς *⸉ πολὺς περὶ αὐτοῦ ἦν RP f 35 TR ¦ περὶ αὐτοῦ ἦν πολὺς TNT2 WH NA NIV SBL ⸉πολὺς περὶ αὐτοῦ ἦν⸊ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι *⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL ⸆ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη *⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. 15 *⸂ Καὶ ἐθαύμαζον RP f 35 TR ¦ Ἐθαύμαζον οὖν TNT2 WH NA NIV SBL ⸂Καὶ ἐθαύμαζον⸃ οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη *⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋οὖν⸌ αὐτοῖς *⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ Μωσῆς *⸂ δέδωκεν RP f 35 TR NA27+28 NIV SBL ¦ ἔδωκεν TNT2 WH NA25 ⸂δέδωκεν⸃ ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὁ ὄχλος *⸂ καὶ εἶπεν RP f 35 ¦ καὶ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL ⸂καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει *⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 ⸆ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν *⸂ κρίνατε RP f 35 TR NA25 ¦ κρίνετε TNT2 WH NA27+28 NIV SBL ⸂κρίνατε.⸃
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν *⸋ ἀληθῶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀληθῶς⸌ ὁ χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 Ἐγὼ *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR ⸆ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 *⸉ Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ TNT2 WH NA NIV SBL ⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον *⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ, *⸂ μήτι RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL ⸂μήτι⸃ πλείονα σημεῖα *⸋2 τούτων RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL ⸋2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν *⸉ ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP f 35 ¦ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας TNT2 WH NA NIV SBL ⸉ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς⸊ ἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν οὖν *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR ⸆ ὁ Ἰησοῦς, Ἔτι *⸉ μικρὸν χρόνον RP f 35 TR ¦ χρόνον μικρὸν TNT2 WH NA NIV SBL ⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 *⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν *⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL ⸉οὗτος ὁ λόγος⸊ ὃν εἶπεν, *⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος *⸂ οὗ RP TR TNT2 WH NA25 SBL ¦ ὃ f 35 NA27+28 NIV ⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ *⸂2 πιστεύοντες RP f 35 TR ¦ πιστεύσαντες TNT2 WH NA NIV SBL ⸂2πιστεύοντες⸃ εἰς αὐτόν· *⸂3 οὔπω γὰρ ἦν πνεῦμα ἅγιον RP f 35 TR TNT2 ¦ οὔπω γὰρ ἦν πνεῦμα WH NA NIV11 SBL ¦ οὔπω γὰρ ἦν πνεῦμα δεδομένον NIV73 ⸂3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς *⸂4 οὐδέπω RP f 35 TR NA NIV SBL ¦ οὔπω TNT2 WH ⸂4οὐδέπω⸃ ἐδοξάσθη. 40 *⸂ Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου οὖν TNT2 WH NA NIV SBL ⸂Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου⸃ ἀκούσαντες *⸂2 τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL ⸂2τὸν λόγον⸃ ἔλεγον, *⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25 ⸆ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41 *⸂ Ἄλλοι ἔλεγον … Ἄλλοι ἔλεγον RP f 35 ¦ Ἄλλοι ἔλεγον … Ἄλλοι δὲ ἔλεγον TR ¦ Ἄλλοι ἔλεγον … Οἱ δὲ ἔλεγον TNT2 WH NA NIV SBL ⸂Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 *⸂ Οὐχὶ RP f 35 TR ¦ Οὐχ TNT2 WH NA NIV SBL ⸂Οὐχὶ⸃ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, *⸉ ὁ χριστὸς ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ χριστὸς TNT2 WH NA NIV SBL ⸉ὁ χριστὸς ἔρχεται;⸊ 43 Σχίσμα οὖν *⸉ ἐν τῷ ὄχλῳ ἐγένετο RP f 35 TR ¦ ἐγένετο ἐν τῷ ὄχλῳ TNT2 WH NA NIV SBL ⸉ἐν τῷ ὄχλῳ ἐγένετο⸊ δι᾽ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς *⸂ ἐπέβαλεν RP f 35 TR NA NIV SBL ¦ ἔβαλεν TNT2 WH ⸂ἐπέβαλεν⸃ ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, *⸂ Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. RP f 35 TR ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. TNT2 ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. WH NA27+28 NIV SBL ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος. NA25 ⸂Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.⸃ 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον *⸂ ἐπικατάρατοί RP f 35 TR ¦ ἐπάρατοί TNT2 WH NA NIV SBL ⸂ἐπικατάρατοί⸃ εἰσιν. 50 Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν *⸋ νυκτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋νυκτὸς⸌ πρὸς αὐτόν, *⸆ – RP f 35 TR ¦ πρότερον TNT2 WH NA25 NIV11 SBL ¦ τὸ πρότερον NA27+28 NIV73 ⸆ εἷς ὢν ἐξ αὐτῶν— 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ *⸂ παρ᾽ αὐτοῦ πρότερον RP f 35 TR ¦ πρῶτον παρ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂παρ᾽ αὐτοῦ πρότερον⸃ καὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι *⸉ προφήτης ἐκ τῆς Γαλιλαίας RP f 35 TR ¦ ἐκ τῆς Γαλιλαίας προφήτης TNT2 WH NA NIV SBL ⸉προφήτης ἐκ τῆς Γαλιλαίας⸊ οὐκ *⸂ ἐγήγερται RP f 35 TR ¦ ἐγείρεται TNT2 WH NA NIV SBL ⸂ἐγήγερται.⸃ 53 Καὶ *⸂ ἀπῆλθεν f 35 ¦ ἐπορεύθη RP TR ¦ ἐπορεύθησαν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⸂ἀπῆλθεν⸃ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
<- ΙΩΑΝΝΗΝ 6ΙΩΑΝΝΗΝ 8 ->