Link to home pageLanguagesLink to all Bible versions on this site

1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2 οὗτος ἦλθεν πρὸς *⸂ αὐτὸν RP TNT2 WH NA NIV SBL ¦ τὸν Ἰησοῦν f35 TR ⸂αὐτὸν⸃ νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ *⸉ ταῦτα τὰ σημεῖα δύναται RP f35 TR ¦ δύναται ταῦτα τὰ σημεῖα TNT2 WH NA NIV SBL ⸉ταῦτα τὰ σημεῖα δύναται⸊ ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ. 3 Ἀπεκρίθη *⸋ ὁ RP TR ¦ – f35 TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 4 Λέγει πρὸς αὐτὸν *⸋ ὁ RP TR WH NA NIV SBL ¦ – f35 TNT2 ⸋ὁ⸌ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 Ἀπεκρίθη *⸆ – RP f35 NA NIV SBL ¦ ὁ TR TNT2 WH ⸆ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 6 Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. 9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; 10 Ἀπεκρίθη *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11 Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; 13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου *⸋ ὁ ὢν ἐν τῷ οὐρανῷ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ ὢν ἐν τῷ οὐρανῷ.⸌ 14 Καὶ καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· 15 ἵνα πᾶς ὁ πιστεύων *⸂ εἰς αὐτὸν RP f35 TR ¦ ἐν αὐτῷ TNT2 WH NA NIV SBL ⸂εἰς αὐτὸν⸃ *⸋ μὴ ἀπόληται, ἀλλ᾽ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μὴ ἀπόληται, ἀλλ᾽⸌ ἔχῃ ζωὴν αἰώνιον.

16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν *⸋ αὐτοῦ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ⸌ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17 Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν *⸋ αὐτοῦ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ⸌ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ *⸋ δὲ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋δὲ⸌ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 19 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ *⸉ πονηρὰ αὐτῶν RP f35 TR ¦ αὐτῶν πονηρὰ TNT2 WH NA NIV SBL ⸉πονηρὰ αὐτῶν⸊ τὰ ἔργα. 20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.

22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβεν μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23 Ἦν δὲ καὶ *⸆ – RP f35 TR TNT2 NA25 ¦ ὁ WH NA27+28 NIV SBL ⸆ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο. 24 Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν *⸋ ὁ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ὁ⸌ Ἰωάννης. 25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ *⸂ Ἰουδαίου RP f35 TNT2 WH NA NIV SBL ¦ Ἰουδαίων TR ⸂Ἰουδαίου⸃ περὶ καθαρισμοῦ. 26 Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν *⸂ οὐδέν RP f35 TR TNT2 WH NA25 ¦ οὐδὲ ἓν NA27+28 NIV SBL ⸂οὐδέν,⸃ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 Αὐτοὶ ὑμεῖς *⸆ – RP ¦ μοι f35 TR TNT2 WH NA NIV SBL ⸆ μαρτυρεῖτε ὅτι εἶπον, *2 – RP f35 TR TNT2 NA25 NIV11 SBL ¦ ἐγώ WH ¦ ὅτι NA27+28 NIV73 2 Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν. 32 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν. 34 Ὃν γὰρ ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν *⸋ ὁ θεὸς RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ θεὸς⸌ τὸ πνεῦμα. 35 Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f35 ⸆ ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν.

<- ΙΩΑΝΝΗΝ 2ΙΩΑΝΝΗΝ 4 ->