1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν *⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 ⸋πάλιν⸌ *⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋2ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγέρθεις ἐκ νεκρῶν f 35 ⸆ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ *⸂ ἐνέβησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνέβησαν TR ⸂ἐνέβησαν⸃ εἰς τὸ πλοῖον *⸋ εὐθύς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 Πρωΐας δὲ ἤδη *⸂ γενομένης RP f 35 TR NA27+28 NIV SBL ¦ γινομένης TNT2 WH NA25 ⸂γενομένης⸃ ἔστη *⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5 Λέγει οὖν αὐτοῖς *⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 ⸋ὁ⸌ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6 Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι *⸂ ἴσχυσαν RP f 35 TR ¦ ἴσχυον TNT2 WH NA NIV SBL ⸂ἴσχυσαν⸃ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 Ἀνέβη *⸆ – RP f 35 TR NA25 ¦ οὖν TNT2 WH NA27+28 NIV SBL ⸆ Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον *⸂ ἐπὶ τῆς γῆς RP f 35 TR ¦ εἰς τὴν γῆν TNT2 WH NA NIV SBL ⸂ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς *⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋δὲ⸌ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 Ἔρχεται *⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὖν⸌ *⸋2 ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV ⸋2ὁ⸌ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη *⸋ ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV ⸋ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς *⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων *⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων *⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ *⸂2 πρόβατά RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προβάτιά WH NA25 ⸂2πρόβατά⸃ μου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων *⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL ⸂Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ *⸂2 εἶπεν RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγει NA27+28 NIV ⸂2εἶπεν⸃ αὐτῷ, Κύριε, *⸉ σὺ πάντα RP f 35 TR ¦ πάντα σὺ TNT2 WH NA NIV SBL ⸉σὺ πάντα⸊ οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ *⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 ⸋ὁ⸌ Ἰησοῦς, Βόσκε τὰ *⸂3 πρόβατά RP f 35 TR NA27+28 NIV SBL ¦ προβάτιά TNT2 WH NA25 ⸂3πρόβατά⸃ μου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος *⸉ σε ζώσει RP f 35 TR NA27+28 NIV SBL ¦ ζώσει σε TNT2 WH NA25 ⸉σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. 20 Ἐπιστραφεὶς *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 Τοῦτον *⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸆ ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ *⸉ ἀκολούθει μοι RP f 35 TR ¦ μοι ἀκολούθει TNT2 WH NA NIV SBL ⸉ἀκολούθει μοι.⸊ 23 Ἐξῆλθεν οὖν *⸉ ὁ λόγος οὗτος RP f 35 TR ¦ οὗτος ὁ λόγος TNT2 WH NA NIV SBL ⸉ὁ λόγος οὗτος⸊ εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· *⸂ καὶ οὐκ εἶπεν RP f 35 TR ¦ οὐκ εἶπεν δὲ TNT2 WH NA NIV SBL ⸂καὶ οὐκ εἶπεν⸃ αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ *⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL ⸆ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής *⸉ ἐστιν ἡ μαρτυρία αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἡ μαρτυρία ἐστιν TNT2 WH NA NIV SBL ⸉ἐστιν ἡ μαρτυρία αὐτοῦ.⸊ 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ *⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL ⸂ὅσα⸃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον *⸂2 χωρῆσαι RP f 35 TR NA27+28 NIV ¦ χωρήσειν TNT2 WH NA25 SBL ⸂2χωρῆσαι⸃ τὰ γραφόμενα βιβλία. *⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἀμήν.⸌
<- ΙΩΑΝΝΗΝ 20