1 Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. 2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3 Καὶ ταῦτα ποιήσουσιν, *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑμῖν TR ⸆ ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, *⸆ – RP f 35 TR NIV73 ¦ αὐτῶν TNT2 WH NA NIV11 SBL ⸆ μνημονεύητε *⸋ αὐτῶν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 ⸋αὐτῶν,⸌ ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην. 5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; 6 Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ *⸋ ἐγὼ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ἐγὼ⸌ μὴ ἀπέλθω, ὁ παράκλητος *⸂ οὐκ ἐλεύσεται RP f 35 TR NA27+28 NIV ¦ οὐ μὴ ἔλθῃ TNT2 WH NA25 SBL ⸂οὐκ ἐλεύσεται⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα *⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μου⸌ ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω *⸉ λέγειν ὑμῖν RP f 35 TR ¦ ὑμῖν λέγειν TNT2 WH NA NIV SBL ⸉λέγειν ὑμῖν,⸊ ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς *⸂ εἰς πᾶσαν τὴν ἀλήθειαν RP f 35 TR ¦ εἰς τὴν ἀλήθειαν πᾶσαν TNT2 WH NA25 ¦ ἐν τῇ ἀληθείᾳ πάσῃ NA27+28 NIV SBL ⸂εἰς πᾶσαν τὴν ἀλήθειαν·⸃ οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα *⸂2 ἂν ἀκούσῃ RP f 35 TR ¦ ἀκούσει TNT2 NA27+28 NIV SBL ¦ ἀκούει WH NA25 ⸂2ἂν ἀκούσῃ⸃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ *⸂ λαμβάνει RP f 35 TNT2 WH NA NIV SBL ¦ λήψεται TR ⸂λαμβάνει,⸃ καὶ ἀναγγελεῖ ὑμῖν. 16 *⸂ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; RP f 35 ¦ Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; TR ¦ Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με … Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ὑπάγω πρὸς τὸν πατέρα; TNT2 WH NA NIV SBL ⸂Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα. 17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι *⸋ Ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἐγὼ⸃⸌ ὑπάγω πρὸς τὸν πατέρα; 18 Ἔλεγον οὖν, *⸉ Τοῦτο τί ἐστιν RP f 35 TR NA25 ¦ Τί ἐστιν τοῦτο TNT2 WH NA27+28 NIV SBL ⸉Τοῦτο τί ἐστιν⸊ ὃ λέγει, *⸋ τὸ RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL ⸋τὸ⸌ μικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ. 19 Ἔγνω *⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὖν⸌ *⸋2 ὁ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋2ὁ⸌ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν *⸉ λύπην μὲν νῦν RP f 35 TR ¦ νῦν μὲν λύπην TNT2 WH NA NIV SBL ⸉λύπην μὲν νῦν⸊ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς *⸂ αἴρει RP f 35 TR NA NIV SBL ¦ ἀρεῖ TNT2 WH ⸂αἴρει⸃ ἀφ᾽ ὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν *⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὅτι⸌ *⸂ ὅσα ἂν RP f 35 TR ¦ ἂν τι TNT2 WH NA NIV SBL ⸂ὅσα ἂν⸃ αἰτήσητε τὸν πατέρα *⸉ ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν RP f 35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου TNT2 WH NA25 SBL ⸉ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.⸊ 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· *⸋ ἀλλ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀλλ᾽⸌ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς *⸂ ἀναγγελῶ RP f 35 TR ¦ ἀπαγγελῶ TNT2 WH NA NIV SBL ⸂ἀναγγελῶ⸃ ὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ *⸂ παρὰ τοῦ θεοῦ … παρὰ τοῦ πατρός RP f 35 TR NA27+28 NIV ¦ παρὰ τοῦ πατρὸς … ἐκ τοῦ πατρός TNT2 WH ¦ παρὰ τοῦ θεοῦ … ἐκ τοῦ πατρός NA25 SBL ⸂παρὰ τοῦ θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον παρὰ τοῦ πατρός,⸃ καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 Λέγουσιν *⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῷ⸌ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν *⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL ⸆ παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 Ἀπεκρίθη αὐτοῖς *⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς, Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ *⸋ νῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋νῦν⸌ ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν. 33 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
<- ΙΩΑΝΝΗΝ 15ΙΩΑΝΝΗΝ 17 ->