1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. 2 Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα *⸂ καλεῖ RP f 35 TR ¦ φωνεῖ TNT2 WH NA NIV SBL ⸂καλεῖ⸃ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. 4 *⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ὅταν τὰ ἴδια *⸂ πρόβατα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL ⸂πρόβατα⸃ *⸂2 ἐκβάλῃ RP TR TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ f 35 ⸂2ἐκβάλῃ,⸃ ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. 5 Ἀλλοτρίῳ δὲ οὐ μὴ *⸂ ἀκολουθήσωσιν RP f 35 TR ¦ ἀκολουθήσουσιν TNT2 WH NA NIV SBL ⸂ἀκολουθήσωσιν,⸃ ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα *⸂ ἦν RP f 35 TR WH NA NIV SBL ¦ ᾖ TNT2 ⸂ἦν⸃ ἃ ἐλάλει αὐτοῖς.
7 Εἶπεν οὖν πάλιν *⸋ αὐτοῖς RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋αὐτοῖς⸌ ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν *⸋2 ὅτι RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH ⸋2ὅτι⸌ ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 Πάντες ὅσοι *⸂ ἦλθον RP ¦ ἦλθον πρὸ ἐμοῦ f 35 TNT2 WH NA NIV SBL ¦ πρὸ ἐμοῦ ἦλθον TR ⸂ἦλθον⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν. 11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 Ὁ μισθωτὸς *⸋ δέ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋δέ,⸌ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ *⸂ εἰσὶν RP f 35 ¦ εἰσὶ TR ¦ ἔστιν TNT2 WH NA NIV SBL ⸂εἰσὶν⸃ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει *⸋2 τὰ πρόβατα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2τὰ πρόβατα.⸌ 13 *⸋ Ὁ δὲ μισθωτὸς φεύγει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ὁ δὲ μισθωτὸς φεύγει,⸌ ὅτι μισθωτός ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ *⸂ γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP f 35 TR ¦ γινώσκουσίν με τὰ ἐμά TNT2 NA28 ¦ γινώσκουσί με τὰ ἐμά WH NA25+27 NIV SBL ⸂γινώσκομαι ὑπὸ τῶν ἐμῶν.⸃ 15 Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά *⸉ με δεῖ RP f 35 TR ¦ δεῖ με TNT2 WH NA NIV SBL ⸉με δεῖ⸊ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν· καὶ *⸂ γενήσεται RP f 35 TR NA25 ¦ γενήσονται TNT2 WH NA27+28 NIV SBL ⸂γενήσεται⸃ μία ποίμνη, εἷς ποιμήν. 17 Διὰ τοῦτο *⸉ ὁ πατήρ με RP f 35 TR ¦ με ὁ πατὴρ TNT2 WH NA NIV SBL ⸉ὁ πατήρ με⸊ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς *⸂ αἴρει RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἦρεν WH NA25 ⸂αἴρει⸃ αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 Σχίσμα *⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὖν⸌ πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 Ἄλλοι *⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ δὲ NIV73 ⸆ ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς *⸂ ἀνοίγειν RP f 35 TR ¦ ἀνοῖξαι TNT2 WH NA NIV SBL ⸂ἀνοίγειν;⸃
22 Ἐγένετο *⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋δὲ⸌ *⸆ – RP f 35 TR TNT2 ¦ τότε WH NA NIV SBL ⸆ τὰ Ἐγκαίνια ἐν *⸆2 – RP f 35 ¦ τοῖς TR TNT2 WH NA NIV SBL ⸆2 Ἱεροσολύμοις, *⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2καὶ⸌ χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ *⸆ – RP f 35 ¦ τοῦ TR TNT2 WH NA NIV SBL ⸆ Σολομῶνος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· *⸂ οὐ γάρ RP f 35 TR ¦ ὅτι οὐκ TNT2 WH NA NIV SBL ⸂οὐ γάρ⸃ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, *⸋ καθὼς εἶπον ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καθὼς εἶπον ὑμῖν.⸌ 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου *⸂ ἀκούει RP f 35 TR ¦ ἀκούουσιν TNT2 WH NA NIV SBL ⸂ἀκούει,⸃ κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι· 28 κἀγὼ *⸉ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP f 35 TR ¦ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον TNT2 WH NA NIV SBL ⸉ζωὴν αἰώνιον δίδωμι αὐτοῖς·⸊ καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 Ὁ πατήρ μου *⸂ ὃς RP f 35 TR NIV ¦ ὃ TNT2 WH NA SBL ⸂ὃς⸃ δέδωκέν μοι, *⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ αὐτὰ NIV73 ⸆ *⸉ μείζων πάντων RP f 35 TR NIV ¦ πάντων μεῖζόν TNT2 WH NA ¦ πάντων μεῖζων SBL ⸉μείζων πάντων⸊ ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός *⸋ μου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋μου.⸌ 30 Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν *⸋ οὖν RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋οὖν⸌ πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ *⸉ καλὰ ἔργα ἔδειξα ὑμῖν RP f 35 TR TNT2 ¦ ἔργα ἔδειξα ὑμῖν καλὰ WH NA25 ¦ ἔργα καλὰ ἔδειξα ὑμῖν NA27+28 NIV SBL ⸉καλὰ ἔργα ἔδειξα ὑμῖν⸊ ἐκ τοῦ πατρός *⸋ μου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋μου·⸌ διὰ ποῖον αὐτῶν ἔργον *⸂ λιθάζετέ με RP f 35 TR ¦ ἐμὲ λιθάζετέ TNT2 WH NA NIV SBL ⸂λιθάζετέ με;⸃ 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι *⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγοντες,⸌ Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, *⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL ⸆ Ἐγὼ εἶπα, Θεοί ἐστε; 35 Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή— 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις *⸂ πιστεύσατε … πιστεύσητε RP f 35 TR ¦ πιστεύετε … γινώσκητε TNT2 WH NA NIV SBL ⸂πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε⸃ ὅτι *⸂2 ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ RP f 35 TR ¦ ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί TNT2 WH NA NIV SBL ⸂2ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν αὐτῷ.⸃ 39 Ἐζήτουν *⸋ οὖν RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11 ⸋οὖν⸌ *⸉ πάλιν αὐτὸν πιάσαι RP TR TNT2 SBL ¦ πάλιν πιάσαι αὐτὸν f 35 ¦ αὐτὸν πάλιν πιάσαι WH NA NIV ⸉πάλιν αὐτὸν πιάσαι·⸊ καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 Καὶ *⸉ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP f 35 TR ¦ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ TNT2 WH NA NIV SBL ⸉ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.⸊
<- ΙΩΑΝΝΗΝ 9ΙΩΑΝΝΗΝ 11 ->