19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν, τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· 23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28 Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει· 29 πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30 Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, *⸋ λέγει κύριος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγει κύριος·⸌ καὶ πάλιν, *⸉ κύριος κρινεῖ RP f 35 TR ¦ κρινεῖ κύριος TNT2 WH NA NIV SBL ⸉κύριος κρινεῖ⸊ τὸν λαὸν αὐτοῦ. 31 Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· 33 τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34 Καὶ γὰρ τοῖς *⸂ δεσμοῖς μου RP f 35 TR ¦ δεσμίοις TNT2 WH NA NIV SBL ⸂δεσμοῖς μου⸃ συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν *⸂2 ἑαυτοῖς RP f 35 ¦ ἐν ἑαυτοῖς TR ¦ ἑαυτοὺς TNT2 WH NA NIV SBL ⸂2ἑαυτοῖς⸃ κρείττονα ὕπαρξιν *⸋ ἐν οὐρανοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν οὐρανοῖς⸌ καὶ μένουσαν. 35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει *⸉ μισθαποδοσίαν μεγάλην RP f 35 TR ¦ μεγάλην μισθαποδοσίαν TNT2 WH NA NIV SBL ⸉μισθαποδοσίαν μεγάλην.⸊ 36 Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. 38 Ὁ δὲ δίκαιος *⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL ⸆ ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
<- ΕΒΡΑΙΟΥΣ 9ΕΒΡΑΙΟΥΣ 11 ->- a ⸂ δύνανται RP TNT2 WH ¦ δύναται f 35 TR NA NIV SBL
- b ⸂ Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα RP f 35 TR ¦ Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα TNT2 WH NA NIV SBL
- c ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- d ⸋ ὁ θεός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- e ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- f ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ Ἰησοῦ χριστοῦ TR
- g ⸂ αὐτὸς RP f 35 TR ¦ οὗτος TNT2 WH NA NIV SBL
- h ⸂ προειρηκέναι RP f 35 TR ¦ εἰρηκέναι TNT2 WH NA NIV SBL
- i ⸂ ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν RP f 35 TR ¦ ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν TNT2 WH NA NIV SBL
- j ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὕστερον λέγει NIV73
- k ⸂ μνησθῶ RP f 35 TR ¦ μνησθήσομαι TNT2 WH NA NIV SBL
- l ⸋ λέγει κύριος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- m ⸉ κύριος κρινεῖ RP f 35 TR ¦ κρινεῖ κύριος TNT2 WH NA NIV SBL
- n ⸂ δεσμοῖς μου RP f 35 TR ¦ δεσμίοις TNT2 WH NA NIV SBL
- o ⸂2 ἑαυτοῖς RP f 35 ¦ ἐν ἑαυτοῖς TR ¦ ἑαυτοὺς TNT2 WH NA NIV SBL
- p ⸋ ἐν οὐρανοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- q ⸉ μισθαποδοσίαν μεγάλην RP f 35 TR ¦ μεγάλην μισθαποδοσίαν TNT2 WH NA NIV SBL
- r ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL