ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. 7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· *⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ *⸂ ῥάβδος εὐθύτητος ἡ ῥάβδος RP f 35 TR ¦ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος TNT2 WH NA NIV SBL ⸂ῥάβδος εὐθύτητος ἡ ῥάβδος⸃ τῆς βασιλείας *⸂2 σου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτοῦ WH NA25 ⸂2σου.⸃ 9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 10 Καί, Σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, *⸆ – RP f 35 TR ¦ ὡς ἱμάτιον TNT2 WH NA NIV SBL ⸆ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
ΕΒΡΑΙΟΥΣ 2 ->- a ⸂ ἐσχάτου τῶν ἡμερῶν τούτων RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐσχάτων τῶν ἡμερῶν τούτων TR
- b ⸉ τοὺς αἰῶνας ἐποίησεν RP f 35 TR ¦ ἐποίησεν τοὺς αἰῶνας TNT2 WH NA NIV SBL
- c ⸋ αὐτοῦ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL
- d ⸂ δι᾽ ἑαυτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV ¦ δι᾽ αὑτοῦ SBL
- e ⸂2 ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν RP f 35 TR ¦ τῶν ἁμαρτιῶν ποιησάμενος TNT2 WH NA NIV SBL
- f ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
- g ⸂ ῥάβδος εὐθύτητος ἡ ῥάβδος RP f 35 TR ¦ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος TNT2 WH NA NIV SBL
- h ⸂2 σου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτοῦ WH NA25
- i ⸆ – RP f 35 TR ¦ ὡς ἱμάτιον TNT2 WH NA NIV SBL