1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς *⸂ καταδουλώσωνται RP f 35 TR ¦ καταδουλώσουσιν TNT2 WH NA NIV SBL Ead Carl ⸂καταδουλώσωνται·⸃ 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι—ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον *⸆ – RP f 35 TR TNT2 SBL Ead ¦ ὁ WH NA NIV Carl ⸆ θεὸς ἀνθρώπου οὐ λαμβάνει—ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· 7 ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς— 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη— 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα *⸂ ἡμεῖς μὲν … αὐτοὶ δὲ RP f 35 ¦ ἡμεῖς … αὐτοὶ δὲ TR TNT2 WH NA NIV SBL Ead Carl ⸂ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ⸃ εἰς τὴν περιτομήν· 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 Ὅτε δὲ ἦλθεν *⸂ Πέτρος RP f 35 TR ¦ Κηφᾶς TNT2 WH NA NIV SBL Ead Carl ⸂Πέτρος⸃ εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ *⸂ ἦλθον RP f 35 TR WH NA NIV SBL Ead ¦ ἦλθεν TNT2 Carl ⸂ἦλθον,⸃ ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 Καὶ συνυπεκρίθησαν αὐτῷ *⸋ καὶ RP f 35 TR TNT2 WH NA SBL Ead Carl ¦ – NIV ⸋καὶ⸌ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ *⸂ Πέτρῳ RP f 35 TR ¦ Κηφᾷ TNT2 WH NA NIV SBL Ead Carl ⸂Πέτρῳ⸃ ἔμπροσθεν πάντων, Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, *⸂2 ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς RP f 35 TR ¦ ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς TNT2 WH NA25 SBL ¦ ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς NA27+28 NIV Carl ¦ ἐθνικῶς καὶ οὐχ Ἰουδαϊκῶς ζῇς Ead ⸂2ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς,⸃ *⸂3 τί RP f 35 TR ¦ πῶς TNT2 WH NA NIV SBL Ead Carl ⸂3τί⸃ τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; 15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 εἰδότες *⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL Ead Carl ⸆ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως *⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA25 ⸉Ἰησοῦ χριστοῦ,⸊ καὶ ἡμεῖς εἰς χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· *⸂ διότι RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL Carl ⸂διότι⸃ *⸉2 οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου RP f 35 TR ¦ ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται TNT2 WH NA NIV SBL Ead Carl ⸉2οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου⸊ πᾶσα σάρξ. 17 Εἰ δέ, ζητοῦντες δικαιωθῆναι ἐν χριστῷ, εὑρέθημεν *⸋ καὶ αὐτοὶ RP f 35 TR TNT2 WH NA NIV SBL Carl ¦ – Ead ⸋καὶ αὐτοὶ⸌ ἁμαρτωλοί, ἆρα χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. 18 Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ *⸂ τοῦ υἱοῦ τοῦ θεοῦ RP f 35 TR WH NA NIV SBL Ead ¦ τοῦ θεοῦ καὶ χριστοῦ TNT2 Carl ⸂τοῦ υἱοῦ τοῦ θεοῦ,⸃ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανεν.
<- ΓΑΛΑΤΑΣ 1ΓΑΛΑΤΑΣ 3 ->