ΠΡΟΣ ΓΑΛΑΤΑΣ
6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· 7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ. 8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ *⸂ εὐαγγελίζηται ὑμῖν RP f 35 TR TNT2 NA27+28 SBL Ead ¦ εὐαγγελίσηται ὑμῖν WH NA25 ¦ εὐαγγελίζηται NIV73 ¦ εὐαγγελίσηται NIV11 ¦ ὑμῖν εὐαγγελίζηται Carl ⸂εὐαγγελίζηται ὑμῖν⸃ παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 9 Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. 10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ *⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋γὰρ⸌ ἔτι ἀνθρώποις ἤρεσκον, χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 Γνωρίζω *⸂ δὲ RP f 35 TR Carl ¦ γὰρ TNT2 WH NA NIV SBL Ead ⸂δὲ⸃ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. 12 *⸂ Οὐδὲ … παρέλαβον … οὔτε ἐδιδάχθην RP f 35 TR WH NA NIV SBL Ead ¦ Οὐδὲ … παρέλαβον … οὐδὲ ἐδιδάχθην TNT2 Carl ⸂Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην,⸃ ἀλλὰ δι᾽ ἀποκαλύψεως *⸂2 Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL Ead Carl ¦ χριστοῦ f 35 ⸂2Ἰησοῦ χριστοῦ.⸃ 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἐπόρθουν αὐτήν· 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν *⸋ ὁ θεὸς RP f 35 TR TNT2 WH NA27+28 NIV Ead Carl ¦ – NA25 SBL ⸋ὁ θεὸς⸌ ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· 17 *⸂ οὐδὲ ἀνῆλθον … ἀλλὰ ἀπῆλθον RP f 35 TR TNT2 WH NA NIV SBL ¦ οὐδὲ ἀπῆλθον … ἀλλὰ ἀπῆλθον Ead Carl ⸂οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον⸃ εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Ἔπειτα μετὰ *⸉ ἔτη τρία RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ τρία ἔτη WH NA25 ⸉ἔτη τρία⸊ ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι *⸂ Πέτρον RP f 35 TR ¦ Κηφᾶν TNT2 WH NA NIV SBL Ead Carl ⸂Πέτρον,⸃ καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. 19 Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. 20 Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. 21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν χριστῷ· 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτέ, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. 24 Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.
ΓΑΛΑΤΑΣ 2 ->- a ⸉ θεοῦ πατρός, καὶ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 SBL Ead Carl ¦ θεοῦ πατρός ἡμῶν, καὶ κυρίου Ἰησοῦ χριστοῦ WH NA NIV
- b ⸂ περὶ RP f 35 TNT2 Ead Carl ¦ ὑπὲρ TR WH NA NIV SBL
- c ⸂2 τοῦ ἐνεστῶτος αἰῶνος RP f 35 TR ¦ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος TNT2 WH NA NIV SBL Ead Carl
- d ⸂ εὐαγγελίζηται ὑμῖν RP f 35 TR TNT2 NA27+28 SBL Ead ¦ εὐαγγελίσηται ὑμῖν WH NA25 ¦ εὐαγγελίζηται NIV73 ¦ εὐαγγελίσηται NIV11 ¦ ὑμῖν εὐαγγελίζηται Carl
- e ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl
- f ⸂ δὲ RP f 35 TR Carl ¦ γὰρ TNT2 WH NA NIV SBL Ead
- g ⸂ Οὐδὲ … παρέλαβον … οὔτε ἐδιδάχθην RP f 35 TR WH NA NIV SBL Ead ¦ Οὐδὲ … παρέλαβον … οὐδὲ ἐδιδάχθην TNT2 Carl
- h ⸂2 Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL Ead Carl ¦ χριστοῦ f 35
- i ⸋ ὁ θεὸς RP f 35 TR TNT2 WH NA27+28 NIV Ead Carl ¦ – NA25 SBL
- j ⸂ οὐδὲ ἀνῆλθον … ἀλλὰ ἀπῆλθον RP f 35 TR TNT2 WH NA NIV SBL ¦ οὐδὲ ἀπῆλθον … ἀλλὰ ἀπῆλθον Ead Carl
- k ⸉ ἔτη τρία RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ τρία ἔτη WH NA25
- l ⸂ Πέτρον RP f 35 TR ¦ Κηφᾶν TNT2 WH NA NIV SBL Ead Carl