1 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. 2 Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3 ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς *⸉ κυρίοις κατὰ σάρκα RP f 35 TR Ead ¦ κατὰ σάρκα κυρίοις TNT2 WH NA NIV SBL ⸉κυρίοις κατὰ σάρκα,⸊ μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· 6 μὴ κατ᾽ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι *⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τοῦ⸌ χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, 7 μετ᾽ εὐνοίας δουλεύοντες *⸋ ὡς RP TNT2 WH NA NIV SBL Ead ¦ – f 35 TR ⸋ὡς⸌ τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 8 εἰδότες ὅτι *⸂ ὃ ἐάν τι ἕκαστος RP f 35 TR Ead ¦ ἕκαστος ὃ ἂν TNT2 SBL ¦ ἕκαστος ἐάν τι WH NA NIV ⸂ὃ ἐάν τι ἕκαστος⸃ ποιήσῃ ἀγαθόν, τοῦτο *⸂2 κομιεῖται RP f 35 TR ¦ κομίσεται TNT2 WH NA NIV SBL Ead ⸂2κομιεῖται⸃ παρὰ *⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τοῦ⸌ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. 9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι *⸂ καὶ ὑμῶν αὐτῶν RP f 35 TR ¦ καὶ αὐτῶν καὶ ὑμῶν TNT2 WH NA NIV SBL Ead ⸂καὶ ὑμῶν αὐτῶν⸃ ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παρ᾽ αὐτῷ.
10 *⸂ Τὸ λοιπόν RP f 35 TR Ead ¦ Τοῦ λοιποῦ TNT2 WH NA NIV SBL ⸂Τὸ λοιπόν,⸃ *⸋ ἀδελφοί μου RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ἀδελφοί μου,⸌ ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. 12 Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους *⸋ τοῦ αἰῶνος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τοῦ αἰῶνος⸌ τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16 *⸂ ἐπὶ RP f 35 TR Ead ¦ ἐν TNT2 WH NA NIV SBL ⸂ἐπὶ⸃ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ *⸋ τὰ RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL ⸋τὰ⸌ πεπυρωμένα σβέσαι. 17 Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου *⸂ δέξασθαι RP f 35 ¦ δέξασθε TR TNT2 WH NA NIV SBL Ead ⸂δέξασθαι,⸃ καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ· 18 διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ *⸋ τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τοῦτο⸌ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.
21 Ἵνα δὲ *⸉ εἰδῆτε καὶ ὑμεῖς RP f 35 TR WH NA NIV SBL Ead ¦ καὶ ὑμεῖς εἰδῆτε TNT2 ⸉εἰδῆτε καὶ ὑμεῖς⸊ τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα *⸉2 ὑμῖν γνωρίσει RP f 35 TR Ead ¦ γνωρίσει ὑμῖν TNT2 WH NA NIV SBL ⸉2ὑμῖν γνωρίσει⸊ Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ.
24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. *⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋Ἀμήν.⸌
<- ΕΦΕΣΙΟΥΣ 5