Link to home pageLanguagesLink to all Bible versions on this site

1 Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς *⸂ ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν RP f35 TR NA27+28 NIV SBL Ead ¦ ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν TNT2 NA25 ¦ ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ὑμῶν WH ⸂ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν⸃ προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. 3 Πορνεία δὲ καὶ *⸉ πᾶσα ἀκαθαρσία RP f35 TR Ead ¦ ἀκαθαρσία πᾶσα TNT2 WH NA NIV SBL ⸉πᾶσα ἀκαθαρσία⸊ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· 4 καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, *⸂ τὰ οὐκ ἀνήκοντα RP f35 TR Ead ¦ ἃ οὐκ ἀνῆκεν TNT2 WH NA NIV SBL ⸂τὰ οὐκ ἀνήκοντα·⸃ ἀλλὰ μᾶλλον εὐχαριστία. 5 Τοῦτο γάρ *⸂ ἐστε RP TR ¦ ἴστε f35 TNT2 WH NA NIV SBL Ead ⸂ἐστε⸃ γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, *2 ὅς RP f35 TR Ead ¦ ὅ TNT2 WH NA NIV SBL 2ὅς⸃ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ. 6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· 8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· *⸂ ὡς τέκνα φωτὸς περιπατεῖτε—ὁ γὰρ καρπὸς τοῦ πνεύματος RP f35 TR ¦ ὡς τέκνα φωτὸς περιπατεῖτε—ὁ γὰρ καρπὸς τοῦ φωτὸς TNT2 WH NA NIV SBL Ead ⸂ὡς τέκνα φωτὸς περιπατεῖτε— 9 ὁ γὰρ καρπὸς τοῦ πνεύματος⸃ ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ— 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. 13 Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. 14 Διὸ λέγει, *⸂ Ἔγειρε RP TNT2 WH NA NIV SBL Ead ¦ Ἔγειραι f35 TR ⸂Ἔγειρε⸃ ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.

15 Βλέπετε οὖν *⸉ πῶς ἀκριβῶς RP f35 TR TNT2 ¦ ἀκριβῶς πῶς WH NA NIV SBL ⸉πῶς ἀκριβῶς⸊ περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 Διὰ τοῦτο *⸂ μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες RP f35 TR Ead ¦ μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε TNT2 WH NA NIV SBL ⸂μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες⸃ τί τὸ θέλημα τοῦ κυρίου. 18 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς *⸆ – RP f35 TR TNT2 WH NA25 SBL Ead ¦ ἐν NA27+28 NIV ⸆ ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες *⸋ ἐν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL Ead ⸋ἐν⸌ τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ *⸂ χριστοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ θεοῦ f35 TR ⸂χριστοῦ.⸃

22 Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν *⸂ ὑποτάσσεσθε RP f35 TR ¦ ὑποτασσέσθωσαν TNT2 ¦ – WH NA NIV SBL Ead ⸂ὑποτάσσεσθε,⸃ ὡς τῷ κυρίῳ. 23 Ὅτι *⸆ – RP f35 TNT2 WH NA NIV SBL Ead ¦ ὁ TR ⸆ ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, *⸂ καὶ αὐτός ἐστι(ν) RP f35 TR ¦ αὐτός TNT2 WH NA NIV SBL Ead ⸂καὶ αὐτός ἐστιν⸃ σωτὴρ τοῦ σώματος. 24 Ἀλλ᾽ *⸂ ὥσπερ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL Ead ⸂ὥσπερ⸃ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς *⸋ ἰδίοις RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἰδίοις⸌ ἀνδράσιν ἐν παντί. 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας *⸋ ἑαυτῶν RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ἑαυτῶν,⸌ καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· 26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ *⸂ αὐτὴν RP f35 TR ¦ αὐτὸς TNT2 WH NA NIV SBL Ead ⸂αὐτὴν⸃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 Οὕτως *⸂ ὀφείλουσιν οἱ ἄνδρες RP f35 TR ¦ ὀφείλουσιν καὶ οἱ ἄνδρες TNT2 WH NA NIV SBL ¦ καὶ οἱ ἄνδρες ὀφείλουσιν Ead ⸂ὀφείλουσιν οἱ ἄνδρες⸃ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ *⸂ ὁ κύριος RP f35 TR ¦ ὁ χριστὸς TNT2 WH NA NIV SBL Ead ⸂ὁ κύριος⸃ τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, *⸋ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.⸌ 31 Ἀντὶ τούτου καταλείψει ἄνθρωπος *⸂ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα RP f35 TR Ead ¦ πατέρα καὶ μητέρα TNT2 ¦ τὸν πατέρα καὶ τὴν μητέρα WH NA NIV SBL ⸂τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,⸃ καὶ προσκολληθήσεται *2 πρὸς τὴν γυναῖκα RP f35 TR WH NA NIV Ead ¦ τῇ γυναικὶ TNT2 SBL 2πρὸς τὴν γυναῖκα⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

<- ΕΦΕΣΙΟΥΣ 4ΕΦΕΣΙΟΥΣ 6 ->