1 Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. 2 Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. 4 Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ *⸂ ἡμῶν RP f 35 TR WH NA25 ¦ ὑμῶν TNT2 NA27+28 NIV SBL Ead ⸂ἡμῶν,⸃ τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ μέλη *⸋ ὑμῶν RP f 35 TR NIV73 Ead ¦ – TNT2 WH NA NIV11 SBL ⸋ὑμῶν⸌ τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, 6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ *⸋ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP f 35 TR NA27+28 SBL Ead ¦ – TNT2 WH NA25 NIV ⸋ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·⸌ 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν *⸂ αὐτοῖς RP f 35 TR ¦ τούτοις TNT2 WH NA NIV SBL Ead ⸂αὐτοῖς.⸃ 8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ *⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25 ⸋τὰ⸌ πάντα καὶ ἐν πᾶσιν χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα *⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR ⸂οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ *⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL ⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις *⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead ⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη *⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead ⸂τοῦ θεοῦ⸃ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, *⸂ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς RP f 35 TR ¦ ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς TNT2 WH NA NIV SBL Ead ⸂ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς,⸃ ἐν *⸆ – RP f 35 TR WH SBL ¦ τῇ TNT2 NA NIV Ead ⸆ χάριτι ᾄδοντες ἐν *⸂2 τῇ καρδίᾳ RP f 35 TR ¦ ταῖς καρδίαις TNT2 WH NA NIV SBL Ead ⸂2τῇ καρδίᾳ⸃ ὑμῶν *⸂3 τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL Ead ⸂3τῷ κυρίῳ.⸃ 17 Καὶ πᾶν ὅ τι *⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL ⸂ἂν⸃ ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ *⸋ καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ πατρὶ δι᾽ αὐτοῦ.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς *⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἰδίοις⸌ ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ *⸉ ἐστιν εὐάρεστον RP f 35 TR ¦ εὐάρεστόν ἐστιν TNT2 WH NA NIV SBL Ead ⸉ἐστιν εὐάρεστον⸊ *⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR ⸋ἐν⸌ *⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR ⸆ κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν *⸂ ὀφθαλμοδουλίαις RP TNT2 WH NA25 SBL ¦ ὀφθαλμοδουλείαις f 35 TR ¦ ὀφθαλμοδουλίᾳ NA27+28 NIV ¦ ὀφθαλμοδουλείᾳ Ead ⸂ὀφθαλμοδουλίαις⸃ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι *⸂2 τὸν θεόν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL Ead ⸂2τὸν θεόν·⸃ 23 *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋καὶ⸌ *⸂ πᾶν ὅ τι RP f 35 TR ¦ ὅ TNT2 WH NA NIV SBL Ead ⸂πᾶν ὅ τι⸃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24 εἰδότες ὅτι *⸂ ἀπὸ κυρίου λήψεσθε RP f 35 ¦ ἀπὸ κυρίου ἀπολήψεσθε TR Ead ¦ ἀπὸ κυρίου ἀπολήμψεσθε TNT2 WH NA NIV SBL ⸂ἀπὸ κυρίου λήψεσθε⸃ τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ *⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋γὰρ⸌ κυρίῳ χριστῷ δουλεύετε. 25 Ὁ *⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead ⸂δὲ⸃ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία.
<- ΚΟΛΟΣΣΑΕΙΣ 2ΚΟΛΟΣΣΑΕΙΣ 4 ->