Link to home pageLanguagesLink to all Bible versions on this site

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ

1
1 Παῦλος ἀπόστολος *⸉ Ἰησοῦ χριστοῦ RP f35 TR Ead ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸉Ἰησοῦ χριστοῦ⸊ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, 2 τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν *⸋ καὶ κυρίου Ἰησοῦ χριστοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋καὶ κυρίου Ἰησοῦ χριστοῦ.⸌

3 Εὐχαριστοῦμεν τῷ θεῷ *⸋ καὶ RP f35 TR TNT2 Ead ¦ – WH NA NIV SBL ⸋καὶ⸌ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, πάντοτε *⸂ περὶ RP f35 TR WH NA NIV SBL Ead ¦ ὑπὲρ TNT2 ⸂περὶ⸃ ὑμῶν προσευχόμενοι, 4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην *⸂ τὴν RP f35 TR ¦ ἣν ἔχετε TNT2 WH NA NIV SBL Ead ⸂τὴν⸃ εἰς πάντας τοὺς ἁγίους, 5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου, 6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, *⸋ καὶ RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἔστιν καρποφορούμενον *2 καὶ αὐξανόμενον RP f35 TNT2 WH NA NIV SBL Ead ¦ – TR 2καὶ αὐξανόμενον,⸌ καθὼς καὶ ἐν ὑμῖν ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· 7 καθὼς *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋καὶ⸌ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ *⸂ ὑμῶν RP f35 TR NA ¦ ἡμῶν TNT2 WH NIV SBL Ead ⸂ὑμῶν⸃ διάκονος τοῦ χριστοῦ, 8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.

9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 περιπατῆσαι *⸋ ὑμᾶς RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμᾶς⸌ ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι *⸂ εἰς τὴν ἐπίγνωσιν RP f35 TR Ead ¦ τῇ ἐπιγνώσει TNT2 WH NA NIV SBL ⸂εἰς τὴν ἐπίγνωσιν⸃ τοῦ θεοῦ· 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς· 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι *⸂ ἡμᾶς RP f35 TR TNT2 Ead ¦ ὑμᾶς WH NA NIV SBL ⸂ἡμᾶς⸃ εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, *⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ διὰ τοῦ αἵματος αὐτοῦ f35 TR ⸆ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη *⸂ τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς RP f35 TR Ead ¦ τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς TNT2 ¦ τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς WH NA NIV SBL ⸂τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,⸃ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. 18 *⸂ Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ … ὅς ἐστιν ἀρχή RP f35 TR TNT2 NA NIV SBL Ead ¦ Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ … ὅς ἐστιν ἡ ἀρχή WH ⸂Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή,⸃ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, 20 καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, *⸋ δι᾽ αὐτοῦ RP f35 TR WH NA SBL Ead ¦ – TNT2 NIV ⸋δι᾽ αὐτοῦ,⸌ *⸂ εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐπὶ τοῖς οὐρανοῖς RP f35 ¦ εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς TR TNT2 WH NA NIV SBL Ead ⸂εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐπὶ τοῖς οὐρανοῖς.⸃ 21 Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ *⸂ ἀποκατήλλαξεν RP f35 TR TNT2 WH NA NIV Ead ¦ ἀποκατηλλάγητε SBL ⸂ἀποκατήλλαξεν⸃ 22 ἐν τῷ σώματι *⸂ τῆς σαρκὸς αὐτοῦ … τοῦ θανάτου RP TR TNT2 WH NA NIV SBL Ead ¦ τῆς σαρκὸς αὐτοῦ … τοῦ θανάτου αὐτοῦ f35 ⸂τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου,⸃ παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ· 23 εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ *⸋ τῇ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῇ⸌ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.

24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν *⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ μου f35 TR ⸆ ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία· 25 ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· *⸂ νυνὶ RP f35 TR Ead ¦ νῦν TNT2 WH NA NIV SBL ⸂νυνὶ⸃ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι *⸂ τί τὸ πλοῦτος … ὅς ἐστιν χριστὸς RP NA25 ¦ τίς ὁ πλοῦτος … ὅς ἐστι(ν) χριστὸς f35 TR Ead ¦ τί τὸ πλοῦτος … ὅ ἐστιν χριστὸς TNT2 WH NA27+28 NIV SBL ⸂τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν χριστὸς⸃ ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν *⸂ χριστῷ Ἰησοῦ RP TR ¦ χριστῷ f35 TNT2 WH NA NIV SBL Ead ⸂χριστῷ Ἰησοῦ·⸃ 29 εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

ΚΟΛΟΣΣΑΕΙΣ 2 ->