2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,
3 Ἐγὼ *⸋ μέν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μέν⸌ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας. 5 Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν. 6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7 Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; 8 Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; Εἶπέν τε πρός *⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμέ TNT2 WH NA25 SBL ⸂με,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9 Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, *⸋ καὶ ἔμφοβοι ἐγένοντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ἔμφοβοι ἐγένοντο·⸌ τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, Τί ποιήσω, κύριε; Ὁ δὲ κύριος εἶπεν πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις, ἀνὴρ *⸂ εὐσεβὴς RP f 35 TR ¦ εὐλαβὴς TNT2 WH NA NIV SBL ⸂εὐσεβὴς⸃ κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐν Δαμασκῷ f 35 ⸆ Ἰουδαίων, 13 ἐλθὼν πρός *⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμὲ TNT2 WH NA25 SBL ⸂με⸃ καὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 Ὁ δὲ εἶπεν, Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα *⸂ τοῦ κυρίου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ κυρίου.⸃ 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου *⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὴν⸌ μαρτυρίαν περὶ ἐμοῦ. 19 Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας *⸂ ἐπὶ RP TR TNT2 WH NA NIV SBL ¦ ἐις f 35 ⸂ἐπὶ⸃ σέ· 20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν *⸋ τῇ ἀναιρέσει αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῇ ἀναιρέσει αὐτοῦ,⸌ *⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL ⸆ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 Καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ *⸂ καθῆκεν RP f 35 TNT2 WH NA NIV SBL ¦ καθῆκον TR ⸂καθῆκεν⸃ αὐτὸν ζῇν. 23 Κραζόντων *⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL ⸂δὲ⸃ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν *⸂ αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι RP TR ¦ ὁ χιλίαρχος ἄγεσθαι αὐτὸν f 35 ¦ ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν TNT2 WH NA NIV SBL ⸂αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι⸃ εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ *⸂ προέτεινεν RP TR ¦ προέτειναν f 35 TNT2 WH NA NIV SBL ⸂προέτεινεν⸃ αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν *⸉ ἀπήγγειλεν τῷ χιλιάρχῳ RP ¦ τῷ χιλιάρχῳ ἀπήγγειλεν f 35 TNT2 WH NA NIV SBL ¦ ἀπήγγειλε τῷ χιλιάρχῳ TR ⸉ἀπήγγειλεν τῷ χιλιάρχῳ⸊ λέγων, *⸋ Ὅρα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ὅρα⸌ τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, *⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εἰ⸌ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28 Ἀπεκρίθη *⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂τε⸃ ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν, καὶ ὅτι *⸉ ἦν αὐτὸν RP f 35 TR ¦ αὐτὸν ἦν TNT2 WH NA NIV SBL ⸉ἦν αὐτὸν⸊ δεδεκώς.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται *⸂ παρὰ RP TR ¦ ὑπὸ f 35 TNT2 WH NA NIV SBL ⸂παρὰ⸃ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν *⸋ ἀπὸ τῶν δεσμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπὸ τῶν δεσμῶν,⸌ καὶ ἐκέλευσεν *⸂2 ἐλθεῖν RP f 35 TR ¦ συνελθεῖν TNT2 WH NA NIV SBL ⸂2ἐλθεῖν⸃ τοὺς ἀρχιερεῖς καὶ *⸂3 ὅλον RP TR ¦ πᾶν f 35 TNT2 WH NA NIV SBL ⸂3ὅλον⸃ τὸ συνέδριον *⸋2 αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2αὐτῶν,⸌ καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
<- ΠΡΑΞΕΙΣ 21ΠΡΑΞΕΙΣ 23 ->- a ⸂ νυνὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ νῦν TR
- b ⸋ μέν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- c ⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμέ TNT2 WH NA25 SBL
- d ⸋ καὶ ἔμφοβοι ἐγένοντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- e ⸂ εὐσεβὴς RP f 35 TR ¦ εὐλαβὴς TNT2 WH NA NIV SBL
- f ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐν Δαμασκῷ f 35
- g ⸂ με RP f 35 TR NA27+28 NIV ¦ ἐμὲ TNT2 WH NA25 SBL
- h ⸂ τοῦ κυρίου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
- i ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- j ⸂ ἐπὶ RP TR TNT2 WH NA NIV SBL ¦ ἐις f 35
- k ⸋ τῇ ἀναιρέσει αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- l ⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL
- m ⸂ καθῆκεν RP f 35 TNT2 WH NA NIV SBL ¦ καθῆκον TR
- n ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
- o ⸂ αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι RP TR ¦ ὁ χιλίαρχος ἄγεσθαι αὐτὸν f 35 ¦ ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν TNT2 WH NA NIV SBL
- p ⸂ προέτεινεν RP TR ¦ προέτειναν f 35 TNT2 WH NA NIV SBL
- q ⸉ ἀπήγγειλεν τῷ χιλιάρχῳ RP ¦ τῷ χιλιάρχῳ ἀπήγγειλεν f 35 TNT2 WH NA NIV SBL ¦ ἀπήγγειλε τῷ χιλιάρχῳ TR
- r ⸋ Ὅρα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- s ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- t ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
- u ⸉ ἦν αὐτὸν RP f 35 TR ¦ αὐτὸν ἦν TNT2 WH NA NIV SBL
- v ⸂ παρὰ RP TR ¦ ὑπὸ f 35 TNT2 WH NA NIV SBL
- w ⸋ ἀπὸ τῶν δεσμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
- x ⸂2 ἐλθεῖν RP f 35 TR ¦ συνελθεῖν TNT2 WH NA NIV SBL
- y ⸂3 ὅλον RP TR ¦ πᾶν f 35 TNT2 WH NA NIV SBL
- z ⸋2 αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL