ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν *⸂ λαμβάνων RP f 35 TR ¦ λαβὼν TNT2 WH NA NIV SBL ⸂λαμβάνων⸃ τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 Δι᾽ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7 Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν *⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR SBL ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV ⸉Ἰησοῦ χριστοῦ,⸊ καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος *⸋ ἐθνῶν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἐθνῶν.⸌ 12 Δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν χριστῷ Ἰησοῦ. 14 Τὴν καλὴν *⸂ παραθήκην RP f 35 TNT2 WH NA NIV SBL ¦ παρακαταθήκην TR ⸂παραθήκην⸃ φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶν Φύγελος καὶ Ἑρμογένης. 16 Δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, *⸂ σπουδαιότερον RP f 35 TR ¦ σπουδαίως TNT2 WH NA NIV SBL ⸂σπουδαιότερον⸃ ἐζήτησέν με καὶ εὗρεν— 18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ—καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.
ΤΙΜΟΘΕΟΝ Β 2 ->- a ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL
- b ⸂ λαμβάνων RP f 35 TR ¦ λαβὼν TNT2 WH NA NIV SBL
- c ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR SBL ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV
- d ⸋ ἐθνῶν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
- e ⸂ παραθήκην RP f 35 TNT2 WH NA NIV SBL ¦ παρακαταθήκην TR
- f ⸂ σπουδαιότερον RP f 35 TR ¦ σπουδαίως TNT2 WH NA NIV SBL