Link to home pageLanguagesLink to all Bible versions on this site

1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, *⸂ μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς RP f35 TR ¦ μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς TNT2 WH NA NIV SBL Ead ⸂μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς⸃ ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα *2 τοῦ χριστοῦ RP f35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL Ead 2τοῦ χριστοῦ·⸃ 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς *⸂ ἁμαρτίας RP f35 TR Ead ¦ ἀνομίας TNT2 WH NA NIV SBL ⸂ἁμαρτίας,⸃ ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ *⸋ ὡς θεὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ὡς θεὸν⸌ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶν θεός. 5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; 6 Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ *⸂ ἑαυτοῦ RP f35 TR NA27+28 NIV SBL Ead ¦ αὐτοῦ TNT2 WH NA25 ⸂ἑαυτοῦ⸃ καιρῷ. 7 Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, 8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν *⸂ ὁ κύριος RP f35 TR ¦ ὁ κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL Ead ⸂ὁ κύριος⸃ *2 ἀναλώσει RP f35 TR ¦ ἀνελεῖ TNT2 WH NA NIV SBL Ead 2ἀναλώσει⸃ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· 9 οὗ ἐστὶν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους, 10 καὶ ἐν πάσῃ ἀπάτῃ *⸋ τῆς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋τῆς⸌ ἀδικίας *2 ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead 2ἐν⸌ τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. 11 Καὶ διὰ τοῦτο *⸂ πέμψει RP f35 TR ¦ πέμπει TNT2 WH NA NIV SBL Ead ⸂πέμψει⸃ αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· 12 ἵνα κριθῶσιν *⸂ πάντες RP f35 TR WH NA NIV SBL ¦ ἅπαντες TNT2 Ead ⸂πάντες⸃ οἱ μὴ πιστεύσαντες *2 τῇ ἀληθείᾳ … ἐν τῇ ἀδικίᾳ RP f35 TR ¦ τῇ ἀληθείᾳ … τῇ ἀδικίᾳ TNT2 WH NA NIV SBL 2τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.⸃

13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ θεὸς *⸂ ἀπ᾽ ἀρχῆς RP f35 TR TNT2 WH NIV73 Ead ¦ ἀπαρχὴν NA NIV11 SBL ⸂ἀπ᾽ ἀρχῆς⸃ εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· 14 εἰς ὃ *⸆ – RP f35 TR TNT2 WH NIV11 SBL Ead ¦ καὶ NA NIV73 ⸆ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.

16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, *⸂ καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν RP f35 TR ¦ καὶ θεὸς ὁ πατὴρ ἡμῶν TNT2 SBL ¦ καὶ ὁ θεὸς ὁ πατὴρ ἡμῶν WH NA NIV Ead ⸂καὶ ὁ θεὸς καὶ πατὴρ ἡμῶν⸃ ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι *⸋ ὑμᾶς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ὑμᾶς⸌ ἐν παντὶ *⸉ λόγῳ καὶ ἔργῳ RP f35 TR ¦ ἔργῳ καὶ λόγῳ TNT2 WH NA NIV SBL Ead ⸉λόγῳ καὶ ἔργῳ⸊ ἀγαθῷ.

<- ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 1ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 3 ->