ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· 4 ὥστε *⸉ ἡμᾶς αὐτοὺς RP f 35 TR Ead ¦ αὐτοὺς ἡμᾶς TNT2 WH NA NIV SBL ⸉ἡμᾶς αὐτοὺς⸊ *⸂ ἐν ὑμῖν καυχᾶσθαι RP f 35 TR ¦ ἐν ὑμῖν ἐγκαυχᾶσθαι TNT2 NA NIV SBL Ead ¦ ἐν ὑμῖν ἐνκαυχᾶσθαι WH ⸂ἐν ὑμῖν καυχᾶσθαι⸃ ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε· 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε· 6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, 8 ἐν *⸂ πυρὶ φλογός RP f 35 TR WH NA NIV Ead ¦ φλογὶ πυρός TNT2 SBL ⸂πυρὶ φλογός,⸃ διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεόν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ *⸂2 τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR ⸂2τοῦ κυρίου ἡμῶν Ἰησοῦ·⸃ 9 οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς *⸂ πιστεύσασιν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ πιστεύουσιν TR ⸂πιστεύσασιν⸃ ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα *⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR ⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ⸃ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 2 ->- a ⸂ θεοῦ πατρὸς ἡμῶν RP f 35 TR TNT2 NA27+28 NIV11 Ead ¦ θεοῦ πατρὸς WH NA25 NIV73 SBL
- b ⸉ ἡμᾶς αὐτοὺς RP f 35 TR Ead ¦ αὐτοὺς ἡμᾶς TNT2 WH NA NIV SBL
- c ⸂ ἐν ὑμῖν καυχᾶσθαι RP f 35 TR ¦ ἐν ὑμῖν ἐγκαυχᾶσθαι TNT2 NA NIV SBL Ead ¦ ἐν ὑμῖν ἐνκαυχᾶσθαι WH
- d ⸂ πυρὶ φλογός RP f 35 TR WH NA NIV Ead ¦ φλογὶ πυρός TNT2 SBL
- e ⸂2 τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR
- f ⸂ πιστεύσασιν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ πιστεύουσιν TR
- g ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ RP TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 TR