Link to home pageLanguagesLink to all Bible versions on this site

ΙΩΑΝΝΟΥ Β΄

1
1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾽ *⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῶν f35 ⸂ἡμῶν⸃ χάρις, ἔλεος, εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ *2 κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός RP f35 TR ¦ Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός TNT2 WH NA NIV SBL 2κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός,⸃ ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν *⸂ γράφων σοι καινήν RP f35 WH NA25+28 ¦ γράφω σοι καινήν TR ¦ καινήν γράφων σοι TNT2 NA27 NIV SBL ⸂γράφων σοι καινήν,⸃ ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη *⸉ ἐστὶν ἡ ἐντολή RP f35 TR ¦ ἡ ἐντολή ἐστὶν TNT2 WH NA NIV SBL ⸉ἐστὶν ἡ ἐντολή,⸊ καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 Ὅτι πολλοὶ πλάνοι *⸂ εἰσῆλθον εἰς RP f35 TR ¦ ἐξῆλθαν εἰς TNT2 WH ¦ ἐξῆλθον εἰς NA NIV SBL ⸂εἰσῆλθον εἰς⸃ τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 Βλέπετε ἑαυτούς, *⸂ ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβωμεν. RP f35 TR ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ … ἀπολάβητε TNT2 NIV73 ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβητε WH NA NIV11 SBL ⸂ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.⸃ 9 Πᾶς ὁ *⸂ παραβαίνων RP f35 TR ¦ προάγων TNT2 WH NA NIV SBL ⸂παραβαίνων⸃ καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ, θεὸν οὐκ ἔχει· ὁ *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f35 ⸆ μένων ἐν τῇ διδαχῇ *⸋ τοῦ χριστοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ χριστοῦ,⸌ οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11*⸉ γὰρ λέγων RP f35 TR ¦ λέγων γὰρ TNT2 WH NA NIV SBL ⸉γὰρ λέγων⸊ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω *⸂ ἐλθεῖν RP f35 TR ¦ γενέσθαι TNT2 WH NA NIV SBL ⸂ἐλθεῖν⸃ πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ *2 ἡμῶν RP f35 TR NA NIV ¦ ὑμῶν TNT2 WH SBL 2ἡμῶν⸃ *⸉ ᾖ πεπληρωμένη RP f35 TR TNT2 NA28 ¦ πεπληρωμένη ᾖ WH NA25+27 NIV SBL ⸉ᾖ πεπληρωμένη.⸊

13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. *⸋ Ἀμήν. RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἀμήν.⸌