1 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν· 2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. 3 Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον· 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι *⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς⸌ τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ *⸉ χριστὸν Ἰησοῦν RP f 35 TR TNT2 WH NA25 SBL ¦ Ἰησοῦν χριστὸν NA27+28 NIV ⸉χριστὸν Ἰησοῦν⸊ κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς *⸂ λάμψαι RP f 35 TR ¦ λάμψει TNT2 WH NA NIV SBL ⸂λάμψαι,⸃ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ *⸂2 Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 ¦ χριστοῦ TNT2 WH NA25 NIV SBL ⸂2Ἰησοῦ χριστοῦ.⸃
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· 9 διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν *⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR ¦ τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ κυρίου Ἰησοῦ⸃ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε *⸂ ὁ μὲν θάνατος … ἡ δὲ ζωὴ RP f 35 TR ¦ ὁ θάνατος … ἡ δὲ ζωὴ TNT2 WH NA NIV SBL ⸂ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ⸃ ἐν ὑμῖν. 13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· 14 εἰδότες ὅτι ὁ ἐγείρας *⸂ τὸν κύριον Ἰησοῦν RP f 35 TR TNT2 WH NA NIV ¦ τὸν Ἰησοῦν SBL ⸂τὸν κύριον Ἰησοῦν⸃ *⸂2 καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν RP f 35 TR ¦ καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν TNT2 WH NA NIV SBL ⸂2καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.⸃ 15 Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ *⸂ ἔσωθεν RP f 35 TR ¦ ἔσω TNT2 WH NA NIV SBL ⸂ἔσωθεν⸃ *⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL ⸆ ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως *⸋ ἡμῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡμῶν⸌ καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
<- ΚΟΡΙΝΘΙΟΥΣ Β 3ΚΟΡΙΝΘΙΟΥΣ Β 5 ->