1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. 4 Ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος *⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸉Ἰησοῦ χριστοῦ,⸊ ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. 7 Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, *⸂ ἐπαγγελίαν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπαγγελίας f 35 ⸂ἐπαγγελίαν⸃ ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. 9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος. 10 Εἰς τοῦτο γὰρ *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ κοπιῶμεν καὶ *⸂ ὀνειδιζόμεθα RP f 35 TR SBL ¦ ἀγωνιζόμεθα TNT2 WH NA NIV ⸂ὀνειδιζόμεθα,⸃ ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, *⸋ ἐν πνεύματι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν πνεύματι,⸌ ἐν πίστει, ἐν ἁγνείᾳ. 13 Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ *⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν⸌ πᾶσιν. 16 Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
<- ΤΙΜΟΘΕΟΝ Α 3ΤΙΜΟΘΕΟΝ Α 5 ->