Link to home pageLanguagesLink to all Bible versions on this site

1 *⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ Τὸ f35 TR ⸆ Λοιπὸν *⸋ οὖν RP f35 TR TNT2 NA NIV SBL Ead ¦ – WH ⸋οὖν,⸌ ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ *2 – RP f35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL Ead 2 καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, *3 – RP f35 TR ¦ καθὼς καὶ περιπατεῖτε TNT2 WH NA NIV SBL Ead 3 ἵνα περισσεύητε μᾶλλον. 2 Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. 3 Τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· 4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5 μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· 6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ὁ⸌ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. 7 Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾽ ἐν ἁγιασμῷ. 8 Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν *⸋ καὶ RP f35 TR NA NIV73 SBL Ead ¦ – TNT2 WH NIV11 ⸋καὶ⸌ *⸂ δόντα RP f35 TR Ead ¦ διδόντα TNT2 WH NA NIV SBL ⸂δόντα⸃ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς *2 ὑμᾶς RP f35 TNT2 WH NA NIV SBL Ead ¦ ἡμᾶς TR 2ὑμᾶς.⸃

9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν *⸂ ἔχετε RP f35 TR TNT2 WH NA NIV73 SBL Ead ¦ ἔχομεν NIV11 ⸂ἔχετε⸃ γράφειν ὑμῖν· αὐτοὶ γὰρ *⸋ ὑμεῖς RP TR TNT2 WH NA NIV SBL Ead ¦ – f35 ⸋ὑμεῖς⸌ θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς *⸋ τοὺς RP f35 TR TNT2 WH NA NIV SBL ¦ – Ead ⸋τοὺς⸌ ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς *⸋ ἰδίαις RP f35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL Ead ⸋ἰδίαις⸌ χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν· 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.

13 Οὐ *⸂ θέλομεν RP f35 TNT2 WH NA NIV SBL Ead ¦ θέλω TR ⸂θέλομεν⸃ δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν *2 κεκοιμημένων RP f35 TR ¦ κοιμωμένων TNT2 WH NA NIV SBL Ead 2κεκοιμημένων,⸃ ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. 16 Ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀναστήσονται πρῶτον· 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. 18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

<- ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 3ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 5 ->