1 *⸉ Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; RP f 35 TR ¦ Οὐκ εἰμὶ ἐλεύθερος; Οὐκ εἰμὶ ἀπόστολος; TNT2 WH NA NIV SBL ⸉Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;⸊ Οὐχὶ *⸂ Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν RP f 35 TR ¦ Ἰησοῦν τὸν κύριον ἡμῶν TNT2 WH NA NIV SBL ⸂Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν⸃ ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; 2 Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς *⸂ τῆς ἐμῆς RP f 35 TR ¦ μου τῆς TNT2 WH NA NIV SBL ⸂τῆς ἐμῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. 3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν *⸉ αὕτη ἐστίν RP f 35 ¦ αὕτη ἐστί TR ¦ ἐστίν αὕτη TNT2 WH NA NIV SBL ⸉αὕτη ἐστίν.⸊ 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5 Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς; 6 Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν *⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ μὴ ἐργάζεσθαι; 7 Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ *⸂ ἐκ τοῦ καρποῦ RP f 35 TR ¦ τὸν καρπὸν TNT2 WH NA NIV SBL ⸂ἐκ τοῦ καρποῦ⸃ αὐτοῦ οὐκ ἐσθίει; *⸋ Ἢ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL ⸋Ἢ⸌ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ *⸂ οὐχὶ καὶ ὁ νόμος ταῦτα RP f 35 TR ¦ καὶ ὁ νόμος ταῦτα οὐ TNT2 WH NA NIV SBL ⸂οὐχὶ καὶ ὁ νόμος ταῦτα⸃ λέγει; 9 Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; 10 Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι *⸉ ἐπ᾽ ἐλπίδι ὀφείλει RP f 35 TR ¦ ὀφείλει ἐπ᾽ ἐλπίδι TNT2 WH NA NIV SBL ⸉ἐπ᾽ ἐλπίδι ὀφείλει⸊ ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν *⸂ τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP f 35 TR ¦ ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν TNT2 WH NA NIV SBL ⸂τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.⸃ 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 Εἰ ἄλλοι τῆς *⸉ ἐξουσίας ὑμῶν RP f 35 TR ¦ ὑμῶν ἐξουσίας TNT2 WH NA NIV SBL ⸉ἐξουσίας ὑμῶν⸊ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ *⸉2 ἐγκοπήν τινα RP f 35 TR ¦ τινα ἐγκοπήν TNT2 WH NA NIV SBL ⸉2ἐγκοπήν τινα⸊ δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ. 13 Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι *⸆ – RP f 35 TR ¦ τὰ TNT2 WH NA NIV SBL ⸆ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ *⸂ προσεδρεύοντες RP f 35 TR ¦ παρεδρεύοντες TNT2 WH NA NIV SBL ⸂προσεδρεύοντες⸃ τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 Οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν. 15 Ἐγὼ δὲ *⸂ οὐδενὶ ἐχρησάμην RP f 35 TR ¦ οὐ κέχρημαι οὐδενὶ TNT2 WH NA NIV SBL ⸂οὐδενὶ ἐχρησάμην⸃ τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου *⸂2 ἵνα τις κενώσῃ RP f 35 TR ¦ οὐδεὶς κενώσει TNT2 WH NA NIV SBL ⸂2ἵνα τις κενώσῃ.⸃ 16 Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ *⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL ⸂δέ⸃ μοι ἐστίν, ἐὰν μὴ *⸂2 εὐαγγελίζωμαι RP f 35 TR ¦ εὐαγγελίσωμαι TNT2 WH NA NIV SBL ⸂2εὐαγγελίζωμαι.⸃ 17 Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 Τίς οὖν *⸂ μοί RP f 35 TR ¦ μού TNT2 WH NA NIV SBL ⸂μοί⸃ ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον *⸋ τοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ χριστοῦ,⸌ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. 20 Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, *⸆ – RP f 35 TR ¦ μὴ ὢν αὐτὸς ὑπὸ νόμον TNT2 WH NA NIV SBL ⸆ ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν *⸂ ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ RP f 35 TR ¦ ἄνομος θεοῦ ἀλλ᾽ ἔννομος Χριστοῦ TNT2 WH NA NIV SBL ⸂ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ,⸃ ἵνα κερδήσω *⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL ⸆ ἀνόμους. 22 Ἐγενόμην τοῖς ἀσθενέσιν *⸋ ὡς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὡς⸌ ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα *⸋2 τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋2τὰ⸌ πάντα, ἵνα πάντως τινὰς σώσω. 23 *⸂ Τοῦτο RP f 35 TR ¦ Πάντα TNT2 WH NA NIV SBL ⸂Τοῦτο⸃ δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε. 25 Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 Ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
<- ΚΟΡΙΝΘΙΟΥΣ Α 8ΚΟΡΙΝΘΙΟΥΣ Α 10 ->