Link to home pageLanguagesLink to all Bible versions on this site

1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 *⸆ – RP f35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL ⸆ Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; 4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. 5 Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐστὶν TR *⸋ ἔνι RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ἔνι⸌ ἐν ὑμῖν *⸂ σοφὸς οὐδὲ εἷς RP f35 TR ¦ οὐδεὶς σοφὸς TNT2 WH NA NIV SBL ⸂σοφὸς οὐδὲ εἷς,⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 Ἤδη μὲν *⸋ οὖν RP f35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 ⸋οὖν⸌ ὅλως ἥττημα *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ἐν TR ⸆ ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ *⸂ ταῦτα RP f35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL ⸂ταῦτα⸃ ἀδελφούς. 9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι *⸉ βασιλείαν θεοῦ RP f35 TR ¦ θεοῦ βασιλείαν TNT2 WH NA NIV SBL ⸉βασιλείαν θεοῦ⸊ οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10 *⸂ οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι RP f35 ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι TR ¦ οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι TNT2 WH NA NIV SBL ⸂οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι,⸃ οὐχ ἅρπαγες, βασιλείαν θεοῦ *⸋ οὐ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὐ⸌ κληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι *⸂ τοῦ κυρίου Ἰησοῦ RP f35 TR SBL ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ TNT2 NA NIV ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ WH ⸂τοῦ κυρίου Ἰησοῦ,⸃ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16 *⸆ – RP ¦ Ἢ f35 TR TNT2 WH NA NIV SBL ⸆ Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, *⸋ καὶ ἐν τῷ πνεύματι … τοῦ θεοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ θεοῦ.⸌

<- ΚΟΡΙΝΘΙΟΥΣ Α 5ΚΟΡΙΝΘΙΟΥΣ Α 7 ->