1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ *⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῷ⸌ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. 3 Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων *⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸂γὰρ⸃ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ *⸂2 διερμηνεύει RP f 35 ¦ διερμηνεύῃ TR TNT2 WH NA NIV SBL ⸂2διερμηνεύει,⸃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 *⸂ Νυνὶ RP f 35 TR ¦ Νῦν TNT2 WH NA NIV SBL ⸂Νυνὶ⸃ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, *⸂2 ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ἢ ἐν προφητείᾳ ἢ διδαχῇ NA25 ⸂2ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;⸃ 7 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ *⸂ διδῶ RP f 35 ¦ δῷ TR TNT2 WH NA NIV SBL ⸂διδῶ,⸃ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 Καὶ γὰρ ἐὰν ἄδηλον *⸉ φωνὴν σάλπιγξ RP f 35 TR TNT2 SBL ¦ σάλπιγξ φωνὴν WH NA NIV ⸉φωνὴν σάλπιγξ⸊ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν *⸂ ἐστὶν RP f 35 TR ¦ εἰσιν TNT2 WH NA NIV SBL ⸂ἐστὶν⸃ ἐν κόσμῳ καὶ οὐδὲν *⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτῶν⸌ ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 *⸂ Διόπερ RP f 35 TR ¦ Διὸ TNT2 WH NA NIV SBL ⸂Διόπερ⸃ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 Τί οὖν ἐστίν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεὶ ἐὰν *⸂ εὐλογήσῃς RP f 35 TR ¦ εὐλογῇς TNT2 WH NA NIV SBL ⸂εὐλογήσῃς⸃ *⸆ – RP f 35 TR TNT2 SBL ¦ ἐν WH NA NIV ⸆ *⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῷ⸌ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 Εὐχαριστῶ τῷ θεῷ *⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μου,⸌ πάντων ὑμῶν μᾶλλον *⸂ γλώσσαις RP f 35 TR WH NA NIV SBL ¦ γλώσσῃ TNT2 ⸂γλώσσαις⸃ *⸂2 λαλῶν RP f 35 TR ¦ λαλῶ TNT2 WH NA NIV SBL ⸂2λαλῶν·⸃ 19 ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους *⸂ διὰ τοῦ νοός RP f 35 TR ¦ τῷ νοΐ TNT2 WH NA NIV SBL ⸂διὰ τοῦ νοός⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν *⸂ ἑτέροις RP f 35 TR ¦ ἑτέρων TNT2 WH NA NIV SBL ⸂ἑτέροις⸃ λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες *⸉ γλώσσαις λαλῶσιν RP f 35 TR ¦ λαλῶσιν γλώσσαις TNT2 WH NA NIV SBL ⸉γλώσσαις λαλῶσιν,⸊ εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 *⸋ καὶ οὕτω(ς) RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ οὕτως⸌ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι *⸉ Ὁ θεὸς ὄντως RP TR ¦ Ὄντως ὁ θεὸς f 35 TNT2 WH NA NIV SBL ⸉Ὁ θεὸς ὄντως⸊ ἐν ὑμῖν ἐστιν.
26 Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος *⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμῶν⸌ ψαλμὸν ἔχει, διδαχὴν ἔχει, *⸉ γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει RP f 35 TR ¦ ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει TNT2 WH NA NIV SBL ⸉γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει,⸊ ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν *⸂ γινέσθω RP f 35 TNT2 WH NA NIV SBL ¦ γενέσθω TR ⸂γινέσθω.⸃ 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ *⸂ διερμηνευτής RP f 35 TR WH NA NIV SBL ¦ ἑρμηνευτής TNT2 ⸂διερμηνευτής,⸃ σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱ γυναῖκες *⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμῶν⸌ ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ *⸂ ἐπιτέτραπται RP f 35 TR ¦ ἐπιτρέπεται TNT2 WH NA NIV SBL ⸂ἐπιτέτραπται⸃ αὐταῖς λαλεῖν, ἀλλ᾽ *⸂2 ὑποτάσσεσθαι RP f 35 TR ¦ ὑποτασσέσθωσαν TNT2 WH NA NIV SBL ⸂2ὑποτάσσεσθαι,⸃ καθὼς καὶ ὁ νόμος λέγει. 35 Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν *⸂ γυναιξὶν RP f 35 TR ¦ γυναικὶ TNT2 WH NA NIV SBL ⸂γυναιξὶν⸃ *⸉ ἐν ἐκκλησίᾳ λαλεῖν RP f 35 TR ¦ λαλεῖν ἐν ἐκκλησίᾳ TNT2 WH NA NIV SBL ⸉ἐν ἐκκλησίᾳ λαλεῖν.⸊ 36 Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR ⸆ κυρίου *⸂ εἰσὶν ἐντολαί RP f 35 TR ¦ ἐστὶν ἐντολή TNT2 WH NA NIV ¦ ἐστὶν SBL ⸂εἰσὶν ἐντολαί.⸃ 38 Εἰ δέ τις ἀγνοεῖ, *⸂ ἀγνοείτω RP f 35 TR TNT2 ¦ ἀγνοεῖται WH NA NIV SBL ⸂ἀγνοείτω.⸃
39 Ὥστε, ἀδελφοί, *⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL ⸆ ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν *⸉ γλώσσαις μὴ κωλύετε RP f 35 TR ¦ μὴ κωλύετε γλώσσαις TNT2 WH NA NIV SBL ⸉γλώσσαις μὴ κωλύετε·⸊ 40 πάντα *⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸆ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
<- ΚΟΡΙΝΘΙΟΥΣ Α 13ΚΟΡΙΝΘΙΟΥΣ Α 15 ->