1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα 2 ⸀εὐθέως[a]ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 ⸂καὶ ὁ καθήμενος[b] ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸂ὅμοιος ὁράσει σμαραγδίνῳ[c]. 4 καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι[d]εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους[e]εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐν[f]ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ[g]εἰσιν ⸀τὰ[h]ἑπτὰ πνεύματα τοῦ θεοῦ, 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
- a εὐθέως WH Treg NA28 ] Καὶ εὐθέως RP
- b καὶ ὁ καθήμενος WH Treg NA28 ] – RP
- c ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NA28 ] ὁμοίως ὅρασις σμαραγδίνων RP
- d θρόνοι WH Treg RP ] θρόνους NA28
- e θρόνους WH Treg NA28 ] + τοὺς RP
- f ἐν Treg NA28 RP ] – WH
- g ἅ WH NA28 ] αἵ Treg; αὐτοῦ αἵ RP
- h τὰ WH Treg NA28 ] – RP
- i ἔχων WH Treg NA28 ] ἔχον RP
- j τὸ πρόσωπον ὡς WH Treg NA28 ] πρόσωπον RP
- k καθʼ ἓν WH NA28 RP ] ἕκαστον Treg
- l αὐτῶν WH Treg NA28 ] – RP
- m ἔχων WH Treg NA28 ] ἔχον RP
- n δώσουσιν WH Treg NA28 ] δῶσιν RP
- o τῷ θρόνῳ Treg NA28 ] τοῦ θρόνου WH RP
- p ἡμῶν WH Treg NA28 ] + ὁ ἅγιος RP
- q τὰ WH Treg NA28 ] – RP