8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸀λαλοῦσαν†λαλοῦσαν WH Treg NA28 ] λαλοῦσα RP μετʼ ἐμοῦ καὶ ⸀λέγουσαν‡λέγουσαν WH Treg NA28 ] λέγουσα RP Ὕπαγε λάβε τὸ ⸀βιβλίον§βιβλίον WH Treg NA28 ] βιβλιδάριον RPτὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 καὶ ⸀ἀπῆλθα*ἀπῆλθα WH NA28 ] ἀπῆλθον Treg RP πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ ⸀βιβλαρίδιον†βιβλαρίδιον WH Treg NA28 ] βιβλιδάριον RP καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ ⸀βιβλαρίδιον‡βιβλαρίδιον WH Treg NA28 ] βιβλίον RPἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς ⸀καὶ§καὶ WH Treg NA28 ] + ἐπὶ RPἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11 ->- a ἄλλον WH Treg NA28 ] – RP
- b τὴν κεφαλὴν WH Treg ] τῆς κεφαλῆς NA28 RP
- c βιβλαρίδιον WH Treg NA28 ] βιβλίον RP
- d ὤμοσεν RP ] + ἐν WH Treg NA28
- e ἑαυτοῦ δούλους WH Treg NA28 ] δούλους αὐτοῦ RP
- f λαλοῦσαν WH Treg NA28 ] λαλοῦσα RP
- g λέγουσαν WH Treg NA28 ] λέγουσα RP
- h βιβλίον WH Treg NA28 ] βιβλιδάριον RP
- i ἀπῆλθα WH NA28 ] ἀπῆλθον Treg RP
- j βιβλαρίδιον WH Treg NA28 ] βιβλιδάριον RP
- k βιβλαρίδιον WH Treg NA28 ] βιβλίον RP
- l καὶ WH Treg NA28 ] + ἐπὶ RP