1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν[a] 2 καὶ ⸂ἐξελθόντος αὐτοῦ[b] ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν[c] αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι[d] οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν[e] δαμάσαι· 5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν[f] ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 ⸂καὶ ἰδὼν[g] τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ⸀αὐτόν[h] 7 καὶ κράξας φωνῇ μεγάλῃ ⸀λέγει[i] Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8 ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9 καὶ ἐπηρώτα αὐτόν· Τί ⸂ὄνομά σοι[j]; καὶ ⸂λέγει αὐτῷ[k]· ⸀Λεγιὼν[l]ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰ[m]ἀποστείλῃ ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν ⸀αὐτὸν[n]λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν ⸀αὐτοῖς[o] καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡς[p]δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 ⸂Καὶ οἱ[q] βόσκοντες ⸀αὐτοὺς[r]ἔφυγον καὶ ⸀ἀπήγγειλαν[s]εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθον[t]ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ⸀καθήμενον[u]ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα[v] καὶ ἐφοβήθησαν. 16 ⸂καὶ διηγήσαντο[w] αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ ⸀ἐμβαίνοντος[x]αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ⸂μετʼ αὐτοῦ ᾖ [y]. 19 ⸀καὶ[z]οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλον[aa]αὐτοῖς ὅσα ⸂ὁ κύριός σοι[bb] πεποίηκεν καὶ ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 ⸀καὶ[cc]ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ ⸀παρακαλεῖ[dd]αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ[ee] ⸀ἵνα[ff]σωθῇ καὶ ⸀ζήσῃ[gg] 24 καὶ ἀπῆλθεν μετʼ αὐτοῦ.
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς ⸀παρακούσας[pp]τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂μετʼ αὐτοῦ[qq] συνακολουθῆσαι εἰ μὴ ⸀τὸν[rr]Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ ⸀ἔρχονται[ss]εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ[tt]θεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸς[uu]δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον[vv] 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ[ww] ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε[xx] 42 καὶ ⸀εὐθὺς[yy]ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺς[zz]ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 4ΚΑΤΑ ΜΑΡΚΟΝ 6 ->- a Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP
- b ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] ἐξελθόντι αὐτῷ RP
- c εὐθὺς ὑπήντησεν WH Treg NA28 ] εὐθέως ἀπήντησεν RP
- d οὐδὲ ἁλύσει οὐκέτι WH Treg NA28 ] οὔτε ἁλύσεσιν RP
- e ἴσχυεν αὐτὸν WH Treg NA28 ] αὐτὸν ἴσχυεν RP
- f μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NA28 ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
- g καὶ ἰδὼν WH Treg NA28 ] Ἰδὼν δὲ RP
- h αὐτόν WH ] αὐτῷ Treg NA28 RP
- i λέγει WH Treg NA28 ] εἶπεν RP
- j ὄνομά σοι WH Treg NA28 ] σοι ὄνομα RP
- k λέγει αὐτῷ WH Treg NA28 ] ἀπεκρίθη λέγων RP
- l Λεγιὼν WH Treg NA28 ] Λεγεὼν RP
- m αὐτὰ WH Treg NA28 ] αὐτοὺς RP
- n αὐτὸν WH Treg NA28 ] + πάντες οἱ δαίμονες RP
- o αὐτοῖς WH Treg NA28 ] + εὐθέως ὁ Ἰησοῦς RP
- p ὡς WH Treg NA28 ] ἦσαν δὲ ὡς RP
- q Καὶ οἱ WH Treg NA28 ] Οἱ δὲ RP
- r αὐτοὺς WH Treg NA28 ] τοὺς χοίρους RP
- s ἀπήγγειλαν WH Treg NA28 ] ἀνήγγειλαν RP
- t ἦλθον WH Treg NA28 ] ἐξῆλθον RP
- u καθήμενον WH Treg NA28 ] + καὶ RP
- v λεγιῶνα WH Treg NA28 ] Λεγεῶνα RP
- w καὶ διηγήσαντο WH Treg NA28 ] Διηγήσαντο δὲ RP
- x ἐμβαίνοντος WH Treg NA28 ] ἐμβάντος RP
- y μετʼ αὐτοῦ ᾖ WH Treg NA28 ] ᾖ μετʼ αὐτοῦ RP
- z καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP
- aa ἀπάγγειλον WH Treg NA28 ] ἀνάγγειλον RP
- bb ὁ κύριός σοι WH Treg NA28 ] σοι ὁ κύριος RP
- cc καὶ WH Treg NA28 ] + ἰδού RP
- dd παρακαλεῖ WH Treg NA28 ] παρεκάλει RP
- ee τὰς χεῖρας αὐτῇ WH Treg NA28 ] αὐτῇ τὰς χεῖρας RP
- ff ἵνα WH Treg NA28 ] ὅπως RP
- gg ζήσῃ WH Treg NA28 ] ζήσεται RP
- hh γυνὴ WH Treg NA28 ] + τις RP
- ii δώδεκα ἔτη WH NA28 ] ἔτη δώδεκα Treg RP
- jj ἀκούσασα Treg NA28 RP ] + τὰ WH
- kk Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NA28 ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
- ll εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- mm εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- nn αὐτῇ WH Treg NA28 ] ἐπʼ αὐτῇ RP
- oo Θυγάτηρ WH Treg NA28 ] θύγατερ RP
- pp παρακούσας WH Treg NA28 ] εὐθέως ἀκούσας RP
- qq μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
- rr τὸν WH Treg NA28 ] – RP
- ss ἔρχονται WH Treg NA28 ] ἔρχεται RP
- tt καὶ WH Treg NA28 ] – RP
- uu αὐτὸς WH Treg NA28 ] Ὁ RP
- vv παιδίον WH Treg NA28 ] + ἀνακείμενον RP
- ww κουμ WH Treg NA28 ] κοῦμι RP
- xx ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
- yy ⸀εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- zz ⸁εὐθὺς WH Treg NA28 ] – RP