9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· 10 καὶ ἰδοὺ ⸀ἄνθρωπος‡ἄνθρωπος WH Treg NA28 ] + ἦν τὴν RP χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν ⸀θεραπεύειν§θεραπεύειν WH Treg RP ] θεραπεῦσαι NA28 ἵνα κατηγορήσωσιν αὐτοῦ. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ⸀ἔσται*ἔσται WH NA28 RP ] – Tregἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. 13 τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν ⸂σου τὴν χεῖρα†σου τὴν χεῖρα WH Treg NA28 ] τὴν χεῖρά σου RP· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 14 ⸂ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ‡ἐξελθόντες δὲ οἱ Φαρισαῖοι … αὐτοῦ WH Treg NA28 ] Οἱ δὲ Φαρισαῖοι … αὐτοῦ ἐξελθόντες RP ὅπως αὐτὸν ἀπολέσωσιν.
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν ⸀αὐτῷ§αὐτῷ WH NIV ] + ὄχλοι Treg RP NA28πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, 16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν, 17 ⸀ἵνα*ἵνα WH Treg NA28 ] ὅπως RPπληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 18 Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ⸂εἰς ὃν†εἰς ὃν NA28 RP ] ὃν WH; ἐν ᾧ Treg εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. 19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. 20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. 21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
22 Τότε ⸂προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός‡προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός Treg RP NA28 ] προσήνεγκαν αὐτῷ δαιμονιζόμενον τυφλὸν καὶ κωφόν WH NIV · καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν ⸀κωφὸν§κωφὸν WH Treg NA28 ] τυφλὸν καὶ κωφὸν καὶ RPλαλεῖν καὶ βλέπειν. 23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ; 24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. 25 εἰδὼς ⸀δὲ*δὲ WH Treg NA28 ] + ὁ Ἰησοῦς RPτὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται. 26 καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; 27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ⸂κριταὶ ἔσονται ὑμῶν†κριταὶ ἔσονται ὑμῶν WH Treg NA28 ] ὑμῶν ἔσονται κριταί RP. 28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ⸀ἁρπάσαι‡ἁρπάσαι WH Treg NA28 ] διαρπάσαι RP ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει§διαρπάσει WH Treg RP NA28 ] διαρπάσῃ NIV 30 ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει. 31 διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται*ἀφεθήσεται WH Treg NA28 ] + τοῖς ἀνθρώποις RPτοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ⸀ἀφεθήσεται. 32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν ⸂τούτῳ τῷ†τούτῳ τῷ WH Treg NA28 ] τῷ νῦν RP αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. 36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ⸀λαλήσουσιν‡λαλήσουσιν WH Treg NA28 ] ἐὰν λαλήσωσιν RPοἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· 37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 Τότε ἀπεκρίθησαν ⸀αὐτῷ§αὐτῷ WH Treg NA28 ] – RPτινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. 42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44 τότε λέγει· ⸂Εἰς τὸν οἶκόν μου ἐπιστρέψω*Εἰς τὸν οἶκόν μου ἐπιστρέψω WH Treg NA28 ] Ἐπιστρέψω εἰς τὸν οἶκόν μου RP ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν ⸀εὑρίσκει†εὑρίσκει WH Treg RP NA28 ] + τὸν οἶκόν NIV ⸀σχολάζοντα‡σχολάζοντα Treg NA28 RP ] + καὶ WHσεσαρωμένον καὶ κεκοσμημένον. 45 τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
46 Ἔτι ⸀δὲ§δὲ RP ] – WH Treg NA28αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι. 47 ⸂εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι*εἶπεν … λαλῆσαι Treg NA28 RP ] – WH⸃ 48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ ⸀λέγοντι†λέγοντι WH Treg NA28 ] εἰπόντι RPαὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 11ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 13 ->- a ἐπείνασεν WH Treg NA28 ] + αὐτὸς RP
- b ἔφαγον, ὃ WH NA28 ] ἔφαγεν, ὃ Treg; ἔφαγεν οὓς RP
- c ἄνθρωπος WH Treg NA28 ] + ἦν τὴν RP
- d θεραπεύειν WH Treg RP ] θεραπεῦσαι NA28
- e ἔσται WH NA28 RP ] – Treg
- f σου τὴν χεῖρα WH Treg NA28 ] τὴν χεῖρά σου RP
- g ἐξελθόντες δὲ οἱ Φαρισαῖοι … αὐτοῦ WH Treg NA28 ] Οἱ δὲ Φαρισαῖοι … αὐτοῦ ἐξελθόντες RP
- h αὐτῷ WH NIV ] + ὄχλοι Treg RP NA28
- i ἵνα WH Treg NA28 ] ὅπως RP
- j εἰς ὃν NA28 RP ] ὃν WH; ἐν ᾧ Treg
- k προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός Treg RP NA28 ] προσήνεγκαν αὐτῷ δαιμονιζόμενον τυφλὸν καὶ κωφόν WH NIV
- l κωφὸν WH Treg NA28 ] τυφλὸν καὶ κωφὸν καὶ RP
- m δὲ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- n κριταὶ ἔσονται ὑμῶν WH Treg NA28 ] ὑμῶν ἔσονται κριταί RP
- o ἁρπάσαι WH Treg NA28 ] διαρπάσαι RP
- p διαρπάσει WH Treg RP NA28 ] διαρπάσῃ NIV
- q ἀφεθήσεται WH Treg NA28 ] + τοῖς ἀνθρώποις RP
- r τούτῳ τῷ WH Treg NA28 ] τῷ νῦν RP
- s λαλήσουσιν WH Treg NA28 ] ἐὰν λαλήσωσιν RP
- t αὐτῷ WH Treg NA28 ] – RP
- u Εἰς τὸν οἶκόν μου ἐπιστρέψω WH Treg NA28 ] Ἐπιστρέψω εἰς τὸν οἶκόν μου RP
- v εὑρίσκει WH Treg RP NA28 ] + τὸν οἶκόν NIV
- w σχολάζοντα Treg NA28 RP ] + καὶ WH
- x δὲ RP ] – WH Treg NA28
- y εἶπεν … λαλῆσαι Treg NA28 RP ] – WH
- z λέγοντι WH Treg NA28 ] εἰπόντι RP