1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος[a] ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς[b] 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκ[c]ῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 3 ἡ οὖν ⸀Μαριὰμ[d]λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει ⸀δὲ[e]⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ[f], ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων[g]τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα[h]εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ[i]αὐτό· 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9 Ἔγνω ⸀οὖν[j]ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
12 Τῇ ἐπαύριον ⸀ὁ[k]ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ[l]Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον[m] Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ [n] βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον· 15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 ⸀ταῦτα[o]οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ[p] τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο ⸀καὶ[q]ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν[r]τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος[s]ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 Ἦσαν δὲ ⸂Ἕλληνές τινες[t] ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται ⸀ὁ[u]Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται[v]Ἀνδρέας καὶ[w]Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ. 23 ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται[x]αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει[y]αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί ⸂τις διακονῇ[z] ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν[aa]τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν[bb]· Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη[cc] γέγονεν ἀλλὰ διʼ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ⸀ἐὰν[dd]ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 ἀπεκρίθη ⸀οὖν[ee]αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ[ff] ⸀ὅτι[gg]δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν[hh] ἐστιν. περιπατεῖτε ⸀ὡς[ii]τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ⸀ὡς[jj]τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.[kk]
44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ[pp] ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν[qq]τί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ[rr], καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13 ->- a Λάζαρος WH NA28 ] + ὁ τεθνηκώς Treg RP
- b Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg; – RP
- c ἐκ WH Treg NA28 ] – RP
- d Μαριὰμ WH Treg NA28 ] Μαρία RP
- e δὲ WH NA28 ] οὖν Treg RP
- f Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NA28; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
- g ἔχων WH Treg NA28 ] εἶχεν καὶ RP
- h ἵνα WH Treg NA28 ] – RP
- i τηρήσῃ WH Treg NA28 ] τετήρηκεν RP
- j οὖν Treg RP ] + ὁ WH NA28
- k ⸀ὁ WH NA28 ] – Treg RP
- l ⸁ὁ NA28 ] – WH Treg RP
- m ἐκραύγαζον WH Treg NA28 ] ἔκραζον RP
- n καὶ ὁ WH Treg NA28 ] – RP
- o ταῦτα WH Treg NA28 ] + δὲ RP
- p αὐτοῦ οἱ μαθηταὶ WH NA28 ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
- q καὶ WH RP NA28 ] – Treg NIV
- r ἤκουσαν WH Treg NA28 ] ἤκουσεν RP
- s κόσμος WH Treg RP NA28 ] + ὅλος NIV
- t Ἕλληνές τινες WH Treg NA28 ] τινες Ἕλληνές RP
- u ὁ WH Treg NA28 ] – RP
- v ἔρχεται WH Treg NA28 ] καὶ πάλιν RP
- w καὶ WH Treg NA28 ] – RP
- x ἀποκρίνεται WH Treg NA28 ] ἀπεκρίνατο RP
- y ἀπολλύει WH Treg NA28 ] ἀπολέσει RP
- z τις διακονῇ WH Treg NA28 ] διακονῇ τις RP
- aa ἐάν WH Treg NA28 ] καὶ ἐάν RP
- bb Ἰησοῦς καὶ εἶπεν Treg NA28 RP ] καὶ εἶπεν Ἰησοῦς WH
- cc ἡ φωνὴ αὕτη WH Treg NA28 ] αὕτη ἡ φωνὴ RP
- dd ἐὰν Treg NA28 RP ] ἂν WH
- ee οὖν WH NA28 ] – Treg RP
- ff λέγεις σὺ WH Treg NA28 ] σὺ λέγεις RP
- gg ὅτι WH Treg NA28 ] – RP
- hh ἐν ὑμῖν WH Treg NA28 ] μεθʼ ὑμῶν RP
- ii ὡς WH Treg NA28 ] ἕως RP
- jj ὡς WH Treg NA28 ] Ἕως RP
- kk ἐλάλησεν WH Treg NA28 ] + ὁ RP
- ll ἐπώρωσεν WH Treg NA28 ] πεπώρωκεν RP
- mm στραφῶσιν WH Treg NA28 ] ἐπιστραφῶσιν RP
- nn ἰάσομαι WH Treg NA28 ] ἰάσωμαι RP
- oo ὅτι WH Treg NA28 ] ὅτε RP
- pp φυλάξῃ WH Treg NA28 ] πιστεύσῃ RP
- qq δέδωκεν WH Treg NA28 ] ἔδωκεν RP
- rr ἐγὼ λαλῶ WH Treg NA28 ] λαλῶ ἐγὼ RP