1 Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰ*Εἰ WH Treg NA28 ] + ἄρα RPταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ†ἐκ NA28 RP ] – WH Treg τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν‡τὴν WH Treg NA28 ] – RPγῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 ἐλάλησεν ⸀δὲ§δὲ WH Treg RP NA28 ] + αὐτῷ NIVοὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν*ἐὰν NA28 RP ] ἂν WH Treg ⸀δουλεύσουσιν†δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν‡ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ§⸀καὶ WH Treg NA28 ] + ὁ RP Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ*⸁καὶ WH Treg NA28 ] + ὁ RPἸακὼβ τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ, 10 καὶ†καὶ WH Treg NIV RP ] + ἐφʼ NA28ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον‡Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RPκαὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον§σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη*ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος†γένος WH Treg ] + τοῦ NA28 RPἸωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ‡Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, 15 ⸂καὶ κατέβη§καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ*ᾧ WH Treg NA28 ] ὃ RP ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν†ἐν WH Treg NA28 ] τοῦ RPΣυχέμ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν‡ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RPὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον§ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας*πατέρας WH Treg ] + ἡμῶν NA28 RP τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα†τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν‡ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς§Μωϋσῆς WH RP ] + ἐν Treg NA28 πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ*αὐτοῦ WH Treg NA28 ] – RP
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς†ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς‡σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP, οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν§συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε*ἐστε WH Treg NA28 ] + ὑμεῖς RP ἱνατί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν†ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς‡ἐχθὲς WH Treg NA28 ] χθὲς RPτὸν Αἰγύπτιον; 29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος§ἄγγελος WH Treg NA28 ] + κυρίου RPἐν φλογὶ πυρὸς βάτου· 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν*ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου†κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP 32 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ‡⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP Ἰσαὰκ ⸁καὶ§⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RPἸακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ*ἐφʼ WH Treg NA28 ] ἐν RPᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ†αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω‡ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RPσε εἰς Αἴγυπτον.
35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ§καὶ WH Treg NA28 ] – NIV RP δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν*ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ†γῇ NA28 RP ] τῇ WH TregΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας‡εἴπας WH Treg NA28 ] εἰπὼν RP τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς§ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια*λόγια WH Treg NA28 ] λόγον RP ζῶντα δοῦναι ⸀ἡμῖν†ἡμῖν Treg NA28 RP ] ὑμῖν WH 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις‡ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο§ἐγένετο WH Treg NA28 ] γέγονεν RPαὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν·
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷ‡θεῷ WH Treg NIV RP ] οἴκῳ NA28Ἰακώβ. 47 Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοις§χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RPκατοικεῖ· καθὼς ὁ προφήτης λέγει· 49 Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ*ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις†καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RPκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε‡ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, 56 καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους§διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RPκαὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν*αὐτῶν WH Treg NA28 ] – RPπαρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν†ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8 ->- a Εἰ WH Treg NA28 ] + ἄρα RP
- b ἐκ NA28 RP ] – WH Treg
- c τὴν WH Treg NA28 ] – RP
- d δὲ WH Treg RP NA28 ] + αὐτῷ NIV
- e ἐὰν NA28 RP ] ἂν WH Treg
- f δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP
- g ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP
- h ⸀καὶ WH Treg NA28 ] + ὁ RP
- i ⸁καὶ WH Treg NA28 ] + ὁ RP
- j καὶ WH Treg NIV RP ] + ἐφʼ NA28
- k Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RP
- l σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP
- m ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg
- n γένος WH Treg ] + τοῦ NA28 RP
- o Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP
- p καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP
- q ᾧ WH Treg NA28 ] ὃ RP
- r ἐν WH Treg NA28 ] τοῦ RP
- s ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RP
- t ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP
- u πατέρας WH Treg ] + ἡμῶν NA28 RP
- v τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP
- w ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP
- x Μωϋσῆς WH RP ] + ἐν Treg NA28
- y αὐτοῦ WH Treg NA28 ] – RP
- z ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP
- aa σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP
- bb συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP
- cc ἐστε WH Treg NA28 ] + ὑμεῖς RP
- dd ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP
- ee ἐχθὲς WH Treg NA28 ] χθὲς RP
- ff ἄγγελος WH Treg NA28 ] + κυρίου RP
- gg ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP
- hh κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP
- ii ⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
- jj ⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
- kk ἐφʼ WH Treg NA28 ] ἐν RP
- ll αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP
- mm ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RP
- nn καὶ WH Treg NA28 ] – NIV RP
- oo ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP
- pp γῇ NA28 RP ] τῇ WH Treg
- qq εἴπας WH Treg NA28 ] εἰπὼν RP
- rr ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP
- ss λόγια WH Treg NA28 ] λόγον RP
- tt ἡμῖν Treg NA28 RP ] ὑμῖν WH
- uu ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
- vv ἐγένετο WH Treg NA28 ] γέγονεν RP
- ww θεοῦ WH Treg ] + ὑμῶν NA28 RP
- xx Ῥαιφάν NA28 ] Ῥομφά WH; Ῥεφάν Treg; Ῥεμφάν RP
- yy θεῷ WH Treg NIV RP ] οἴκῳ NA28
- zz χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RP
- ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH
- καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
- ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP
- διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RP
- αὐτῶν WH Treg NA28 ] – RP
- ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP