1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ⸀νυστάζει[a]
4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ ⸀σειραῖς[b]ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας ⸀καταστροφῇ[c]κατέκρινεν, ὑπόδειγμα μελλόντων ⸀ἀσεβέσιν[d]τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— 8 βλέμματι γὰρ καὶ ἀκοῇ ⸀ὁ[e]δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— 9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι[n] ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους[o]τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως[p]⸀ἀποφεύγοντας[q]τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ[r]δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ⸀κυρίου[s]καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ⸀ὑποστρέψαι[t]ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 ⸀συμβέβηκεν[u]αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸν[v]βορβόρου.
<- ΠΕΤΡΟΥ Β 1ΠΕΤΡΟΥ Β 3 ->- a νυστάζει WH Treg NA28 ] νυστάξει RP
- b σειραῖς RP NA28 ] σιροις WH Treg NIV
- c καταστροφῇ Treg NA28 RP ] – WH NIV
- d ἀσεβέσιν WH NA27 ] ἀσεβεῖν Treg NA28 RP
- e ὁ Treg NA28 RP ] – WH
- f αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg NA28 RP; + παρὰ κυρίου NA27
- g γεγεννημένα φυσικὰ WH Treg NA28 ] φυσικὰ γεγενημένα RP
- h καὶ φθαρήσονται WH Treg NA28 ] καταφθαρήσονται RP
- i ἀδικούμενοι WH NA28 ] κομιούμενοι Treg RP
- j ἀπάταις WH NA28 RP ] ἀγάπαις Treg
- k ἀκαταπαύστους Treg NA28 RP ] ἀκαταπάστους WH
- l καταλιπόντες Treg NA28 RP ] καταλείποντες WH NA27
- m Βοσὸρ Treg RP NA28 ] Βεὼρ WH NIV
- n καὶ ὁμίχλαι WH Treg NA28 ] νεφέλαι RP
- o σκότους WH Treg NA28 ] + εἰς αἰῶνα RP
- p ὀλίγως WH Treg NA27 ] ὄντως NA28 RP
- q ἀποφεύγοντας WH Treg NA28 ] ἀποφυγόντας RP
- r καὶ Treg RP ] – WH NA28
- s κυρίου WH Treg NA28 RP ] + ἡμῶν NA27
- t ὑποστρέψαι WH Treg NA28 ] ἐπιστρέψαι RP
- u συμβέβηκεν WH Treg NA28 ] + δὲ RP
- v κυλισμὸν WH Treg NA28 ] κύλισμα RP