1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 ⸀τοῦτο[a]καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν ⸀λέγω[b] οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ ⸀διαλογισμοῦ[c] 9 ὡσαύτως ⸀καὶ[d]γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ[e]σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ⸀καὶ ⸀χρυσίῳ[f]ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 ⸂διδάσκειν δὲ γυναικὶ[g] οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ⸀ἐξαπατηθεῖσα[h]ἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
<- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 1ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 3 ->