Link to home pageLanguagesLink to all Bible versions on this site
13
Submit
1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ*υπο f35 ℵA,B [87%] OC,RP,HF,CP,NU ¦ απο [13%] TR Θεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαιεξουσιαι f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [3%] NU ὑπὸ τοῦτου f35 [80%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [20%] NU [OC is in small print] Θεοῦ τεταγμέναι εἰσίν. 2 Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται.§ληψονται rell ¦ λημψονται 𝕻46ℵA,B [2%] NU 3 Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων ἀλλὰ τῶν κακῶν.*των αγαθων εργων αλλα των κακων f35 (95.6%) OC,RP,HF,TR,CP ¦ τω αγαθω εργω 4 τω κακω 𝕻46ℵA,B (3.5%) NU ¦ 123 (0.8%) Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4 Θεοῦ γὰρ διάκονός ἐστίν σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς,ποιης rell ¦ ποιεις [30%] φοβοῦ, οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴνεκδικος εις οργην f35 (𝕻46)A,B [63%] RP,HF,TR,CP,NU ¦ ~ 231 ℵ [37%] OC τῷ τὸ κακὸν πράσσοντι. 5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι,§υποτασσεσθαι rell ¦ υποτασσεσθε [6%] ¦ υποτασεσθε 𝕻46,CP ¦ υποτασεσθαι [3%] οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. 6 Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7 Ἀπόδοτε οὖν*ουν f35 [98%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU πᾶσιν τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
Love
8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους,αγαπαν αλληλους f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [4%] NU ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 9 Τὸ γάρ—«Οὐ μοιχεύσεις,» «Οὐ φονεύσεις,» «Οὐ κλέψεις,» «Οὐ ψευδομαρτυρήσεις,»ου ψευδομαρτυρησεις f35 (ℵ) [67%] TR ¦ — 𝕻46A,B [33%] OC,RP,HF,CP,NU «Οὐκ ἐπιθυμήσεις,» καὶ εἴ τις ἑτέρα ἐντολή—ἐν τούτῳ τῷ λόγῳ§τουτω τω λογω f35 A [96%] OC,RP,HF,TR,CP ¦ ~ 231 𝕻46ℵB [4%] NU ἀνακεφαλαιοῦται, ἐν τῷ·*εν τω f35 ℵA [99%] OC,RP,HF,TR,CP[NU] ¦ — 𝕻46B [1%] «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.»σεαυτον f35 𝕻46ℵA,B [45%] OC,RP,HF,CP,NU ¦ εαυτον [55%] TR 10 Ἡ ἀγάπη τῷτω rell ¦ του [1%] CP ¦ το [7%] πλησίον κακὸν οὐκ ἐργάζεται·§ουκ εργαζεται f35 𝕻46ℵA,B,C [81%] OC,RP,HF,TR,NU ¦ ου κατεργαζεται [14%] CP ¦ 1 κατεργαζεται [5%] πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
Put on Christ
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη*ημας ηδη f35 [96%] OC,RP,HF,TR,CP ¦ ~ 2 υμας ℵ(A)B,C [2%] NU ¦ ~ 21 𝕻46 [2%] ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰργαρ rell ¦ — [5%] CP ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθακαι ενδυσωμεθα f35 [97%] OC,RP,HF,TR,CP ¦ ~ 2 δε A,B,C [2%] [NU] ¦ 2 ℵ [0.5%] ¦ ~ 2 ουν 𝕻46 τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 14 Ἀλλ᾿§αλλ rell ¦ αλλα 𝕻46AB [1%] NU ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε,*ποιεισθε rell ¦ ποιησθε [1%] CP ¦ ποιεισθαι ℵA [11%] ¦ ποιησθαι [1%] εἰς ἐπιθυμίας.

<- Romans 12Romans 14 ->