Link to home pageLanguagesLink to all Bible versions on this site
2
Water into wine
1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. 2 Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, «Οἶνον οὐκ ἔχουσιν.» 4 Λέγει*λεγει f35 𝕻75ℵ [98%] CP,HF,RP,OC,TR ¦ και 1 𝕻66A,B(W) [2%] [NU] αὐτῇ ὁ Ἰησοῦς· «Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.» 5 Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, «Ὅ τι ἂν λέγῃλεγη f35 𝕻66,75ℵA,B,W [70%] HF,RP,OC,TR,NU ¦ λεγει [30%] CP ὑμῖν, ποιήσατε.»

6 (Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων f35 A,Nv (95.4%) CP,HF,RP,OC,TR ¦ 1 λιθινοι 3456789 (0.5%) ¦ 13456789 (0.2%) ¦ 12456789 (0.2%) ¦ 12356789 (0.4%) ¦ ~ 213567894 (−4 ℵ) 𝕻66(75)(ℵ)B (0.9%) NU ¦ ~ 123567894 W (0.2%) ¦ ~ 213456789 (1%) ¦ ~ 132456789 (0.2%) ¦ ~ 124356789 (0.6%) ¦ five other variants (0.3%) χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.) 7 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Γεμίσατε τὰς ὑδρίας ὕδατος.» Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 Καὶ λέγει αὐτοῖς, «Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.» Καὶ§και f35 A [95%] CP,HF,RP,OC,TR ¦ οι δε 𝕻66,75ℵB,N,W [5%] NU ἤνεγκαν. 9 Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ—οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ)—φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· «Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν, τότε*τοτε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [1%] NU τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.»

11 Ταύτην ἐποίησεν τὴν ἀρχὴνεποιησεν την αρχην f35 ℵW [95%] CP,HF,RP,OC,TR ¦ 13 𝕻75A,B,N [5%] NU ¦ ~ πρωτην 31 𝕻66 τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμκαπερναουμ f35 A,N [99.5%] CP,HF,RP,OC,TR ¦ καφαρναουμ 𝕻66,75ℵB [0.5%] NU ¦ — W (omits phrase) (A similar statement obtains wherever the name occurs.)—αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ§και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου f35 A,N (91%) CP,HF,RP,OC,TR[NU] ¦ 1-7,9-12 𝕻66,75B,0162 (0.5%) ¦ 1-7,9-11 (0.2%) ¦ ~ 1-4,9-12,5-7 (3.2%) ¦ ~ 9-12,1-3,5-8 W (0.4%) ¦ 1-8 ℵ (2%) ¦ 1-4,9-12 (1.8%) ¦ ~ 9-12,5-8 (0.2%) ¦ 1-4 (0.4%) ¦ four further variants (0.3%)—καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

The first cleansing of the Temple—Passover, 27 AD
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. 15 Καὶ ποιήσας φραγέλλιον*φραγελλιον f35 ℵA,B,N (82.6%) CP,HF,RP,OC,TR,NU ¦ φραγγελιον (14.4%) ¦ ως 1 𝕻66,75W,0162 (3%) ἐκ σχοινίων,σχοινιων rell ¦ σχοινιου [1%] CP ¦ σχυνιων N πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν.ανεστρεψεν f35 𝕻75A,N,0162 (85.8%) CP,HF,RP,OC,TR ¦ ανετρεψεν 𝕻66B,W (9.2%) NU ¦ κατεστρεψεν ℵ (5%) ¦ two other variants (0.1%) 16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» 17 Ἐμνήσθησαν δὲ§δε f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB [1%] NU ¦ ~ και W οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί*καταφαγεται rell ¦ κατεφαγε [5%] TR ¦ καταφαγετε 𝕻66W [1%] με.»

18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;» 19 Ἀπεκρίθηαπεκριθη rell ¦ 1 ο ℵN [10%] TR Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» 20 Εἶπον οὖν οἱ Ἰουδαῖοι, «Τεσσαράκοντατεσσαρακοντα f35 [95%] CP,HF,RP,OC,TR ¦ τεσσερακοντα 𝕻66ℵA,B [5%] NU ¦ μ 𝕻75W ¦ τεσσερεκοντα N καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη§ωκοδομηθη f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ οικοδομηθη 𝕻66,75ℵB(W) [1%] NU ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» 21 Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 Ὅτε οὖν ἠγέρθη ἐκ*εκ rell ¦ 1 των [5%] CP νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν·ελεγεν f35 𝕻66,75ℵA,B,N,W [90%] HF,RP,OC,NU ¦ 1 αυτοις [10%] CP,TR καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ ω f35 A,N,W (98.2%) CP,HF,RP,OC,TR ¦ ον 𝕻66,75ℵB (1%) NU ¦ αυτου (−ειπεν ο ιησους) (0.7%) ¦ two other variants (0.1%) εἶπεν ὁ Ἰησοῦς.

23 Ὡς δὲ ἦν ἐν τοῖς§τοις rell ¦ — [5%] TR Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. 24 Αὐτὸς δὲ ὁ *ο f35 ℵA,N,W (99.2%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B (0.5%) NU ¦ omit phrase (0.2%) Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸνεαυτον f35 𝕻66N(W) [99%] CP,HF,RP,OC,TR ¦ αυτον ℵA,B [1%] NU ¦ — 𝕻75 αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

<- John 1John 3 ->