5
Qualifications for high priesthood
1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, 2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. 3 Καὶ διὰ ταύτην*δια ταυτην f35 (90.7%) RP,HF,OC,TR,CP ¦ δι αυτην 𝕻46ℵA,B,C (6.2%) NU ¦ 1 ταυτης (1.9%) ¦ 1 ταυτα (1.2%) ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ†εαυτου f35 ℵA,C [98%] RP,HF,OC,TR,CP ¦ αυτου 𝕻46B [2%] NU προσφέρειν ὑπὲρ‡υπερ f35 (93.1%) RP,HF,OC,TR,CP ¦ περι 𝕻46ℵA,B,C (6.4%) NU ¦ — (0.5%) ἁμαρτιῶν. 4 Καί, οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ§αλλα f35 𝕻46ℵA,B,C [70%] RP,OC,CP,NU ¦ αλλ ο [30%] HF,TR καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ*καθαπερ f35 [97%] RP,HF,OC,TR,CP ¦ καθωσπερ 𝕻46ℵA,B [3%] NU ¦ καθως C καὶ†και f35 𝕻46ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ 1 ο [5%] TR Ἀαρών.
Christ meets the qualifications
5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν, «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε»· 6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει, «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· 7 ὅς, ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, 8 καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ᾿ ὧν ἔπαθεν τὴν ὑπακοήν. 9 Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν‡τοις υπακουουσιν αυτω πασιν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 4123 𝕻46ℵA,B,C [5%] NU αἴτιος σωτηρίας αἰωνίου, 10 προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ Ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ· 11 περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
“Let’s move on toward perfection”
12 Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ§και f35 A,B [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵC [2%] οὐ στερεᾶς τροφῆς. 13 Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν. 14 Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
<- Hebrews 4Hebrews 6 ->
- a δια ταυτην f35 (90.7%) RP,HF,OC,TR,CP ¦ δι αυτην 𝕻46ℵA,B,C (6.2%) NU ¦ 1 ταυτης (1.9%) ¦ 1 ταυτα (1.2%)
- b εαυτου f35 ℵA,C [98%] RP,HF,OC,TR,CP ¦ αυτου 𝕻46B [2%] NU
- c υπερ f35 (93.1%) RP,HF,OC,TR,CP ¦ περι 𝕻46ℵA,B,C (6.4%) NU ¦ — (0.5%)
- d αλλα f35 𝕻46ℵA,B,C [70%] RP,OC,CP,NU ¦ αλλ ο [30%] HF,TR
- e καθαπερ f35 [97%] RP,HF,OC,TR,CP ¦ καθωσπερ 𝕻46ℵA,B [3%] NU ¦ καθως C
- f και f35 𝕻46ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ 1 ο [5%] TR
- g τοις υπακουουσιν αυτω πασιν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 4123 𝕻46ℵA,B,C [5%] NU
- h και f35 A,B [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵC [2%]