Link to home pageLanguagesLink to all Bible versions on this site
2
Do not neglect the great salvation
1 Διὰ τοῦτο, δεῖ περισσοτέρως ἡμᾶς προσέχειν*ημας προσεχειν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [5%] NU τοῖς ἀκουσθεῖσιν, μήποτε παραρρυῶμεν.παραρρυωμεν f35 [90%] RP,HF,OC,TR,CP ¦ παραρυωμεν 𝕻46ℵA,B [10%] NU 2 Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;—ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, 4 συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοιςσημειοις f35 [35%] ¦ 1 τε 𝕻46ℵA,B [65%] RP,HF,OC,TR,CP,NU καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
Temporarily lower than angels
5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· 6 διεμαρτύρατο δέ πού τις λέγων· «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; 7 Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,§αυτον f35 𝕻46B (74.7%) RP,HF,OC,NU ¦ 1 και κατεστησας 1 επι τα εργα των χειρων σου ℵA,C (25.3%) TR,CP 8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Ἐν γὰρ τῷ*γαρ τω f35 𝕻46A,C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU ὑποτάξαι αὐτῷαυτω f35 ℵA,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B [2%] τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.

9 Τὸν δὲ ‹βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον› βλέπομεν, Ἰησοῦν (διὰ τὸ πάθημα τοῦ θανάτου), ‹δόξῃ καὶ τιμῇ ἐστεφανωμένον›—ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

“Bringing many sons into glory”
10 Ἔπρεπεν γὰρ αὐτῷ, δι᾿ ὃν τὰ πάντα καὶ δι᾿ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν Ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 11 Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· 13 καὶ πάλιν, «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ»· καὶ πάλιν, «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.»

14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκὸς καὶ αἵματος,σαρκος και αιματος f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 321 𝕻46ℵA,B,C [3%] NU καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου—τοῦτ᾿ ἔστιν τὸν διάβολον— 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 (Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ§ἁβρααμ f35 [40%] ¦ ἀβρααμ rell (This name is aspirated throughout the book, and the statement of evidence also obtains throughout the book.) [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.] ἐπιλαμβάνεται.) 17 Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς, τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18 Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

<- Hebrews 1Hebrews 3 ->