Link to home pageLanguagesLink to all Bible versions on this site
14
Iconium
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 Οἱ δὲ ἀπειθοῦντες*απειθουντες f35 [95%] HF,RP,OC,TR,CP ¦ απειθησαντες (ℵ)A,B(C) [5%] NU ¦ D is wild Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντιμαρτυρουντι rell ¦ 1 επι ℵA[NU] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ,αυτου f35 ℵA,B,D [90%] HF,RP,OC,CP,NU ¦ 1 και C [10%] TR διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων, σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι§λιθοβολησαι rell ¦ λιθοβολισαι [14%] αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας—Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον— 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.*ησαν ευαγγελιζομενοι f35 C [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,D [5%] NU
Lystra
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατοςεν λυστροις αδυνατος f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵB [1%] NU ¦ εκαθητο 3 D ¦ three other variants [2%] τοῖς ποσὶν ἐκάθητο (χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων,υπαρχων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU ὃς οὐδέποτε περιπεπατήκει).§περιπεπατηκει f35 [76%] HF,RP,OC,TR,CP ¦ περιεπατησεν ℵA,B,C [5%] NU ¦ περιπατηκει [12%] ¦ περιεπεπατηκει [6%] some TRs ¦ περειπεπατικει D ¦ two further variants 9 Οὗτος ἤκουεν*ηκουεν f35 B,C [75%] TR,CP ¦ ηκουσεν ℵA,D [25%] HF,RP,OC,NU τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχειπιστιν εχει f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C,D [5%] NU τοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ τῇτη f35 A [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,C,D [2%] NU φωνῇ,§φωνη f35 ℵA,B [95%] HF,RP,OC,TR,NU ¦ 1 σοι λεγω εν τω ονοματι του κυριου ιησου χριστου C,D [5%] CP «Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός.»*ορθος f35 ℵB,C,D [45%] HF,OC,TR,CP,NU ¦ ορθως [50%] RP ¦ ορθρος A [5%] Καὶ ἥλλατοηλλατο f35 [30%] ¦ ηλλετο [35%] HF,RP,TR,CP ¦ ηλετο [19%] ¦ ηλατο ℵA,B,C [15%] OC,NU ¦ ανηλατο D ¦ three other variants [1%] (Presumably an unusual form of the 1st aorist that some ‘corrected’ by making it imperfect, while others deleted the ‘extra’ λ.) καὶ περιεπάτει. 11 Οἱ δὲδε f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [2%] NU ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ §ο f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν*την φωνην αυτων rell ¦ ~ 312 [30%] Λυκαονιστὶ λέγοντες, «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς.» 12 Ἐκάλουν τετε rell ¦ δε D [11%] τὸν μὲνμεν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU Βαρνάβαν, Δία,§δια rell ¦ διαν [20%] τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 Ὁ δὲ*ο δε f35 [95%] HF,RP,OC,TR,CP ¦ ο τε ℵA,B [4%] NU ¦ τοτε C [1%] ¦ οι 2 D ἱερεὺς τοῦ Διός, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν,αυτων f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [5%] NU ¦ αυτοις (D) ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελενηθελεν rell ¦ ηθελον D [35%] θύειν.

14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι, Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν§εισεπηδησαν f35 [94%] HF,RP,OC,TR,CP ¦ εξεπηδησαν ℵA,B,C,D [6%] NU εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες· «Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ*και rell ¦ — 𝕻45D [15%] ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμενυμιν εσμεν f35 C [20%] ¦ ~ 21 𝕻45vℵA,B(D) [60%] HF,RP,OC,TR,CP,NU ¦ 2 [20%] ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸντον f35 𝕻45D [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [6%] NU Θεὸν τὸν§τον f35 𝕻45ℵ [94%] HF,RP,OC,TR,CP ¦ — A,B,C,D [6%] NU ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 Καίτοιγε*καιτοιγε f35 ℵ [95%] HF,RP,OC,TR,CP ¦ καιτοι A,B,C [3%] NU ¦ και γε 𝕻45D [1%] ¦ two other variants οὐκ ἀμάρτυρον ἑαυτὸνεαυτον f35 C(D) [98%] HF,RP,OC,TR,CP ¦ αυτον 𝕻45ℵA,B [2%] NU ἀφῆκεν, ἀγαθοποιῶν,αγαθοποιων f35 D [96%] HF,RP,OC,TR,CP ¦ αγαθουργων ℵA,B,C [4%] NU οὐρανόθεν ὑμῖν§υμιν f35 𝕻45ℵB,C(D) [83%] HF,RP,OC,NU ¦ ημιν [15%] TR,CP ¦ — A [2%] ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.»*ημων f35 A [75%] HF,RP,TR,CP ¦ υμων ℵB,C,D [20%] OC,NU ¦ — [5%] 18 Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.αυτοις f35 𝕻45ℵA,B [90%] HF,RP,OC,TR,NU ¦ 1 διατριβοντων δε αυτων και διδασκοντων C,D [10%] CP

Paul stoned
19 Ἐπῆλθονεπηλθον rell ¦ επηλθαν ℵA,B [1%] NU ¦ ανηλθον 𝕻45 [12%] δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν§εσυραν f35 D [43%] OC,CP ¦ εσυρον ℵA,B,C [57%] HF,RP,TR,NU ἔξω τῆς πόλεως, νομίσαντες*νομισαντες f35 C [96%] HF,RP,OC,TR,CP ¦ νομιζοντες 𝕻45ℵA,B,D [4%] NU αὐτὸν τεθνάναι.τεθναναι f35 (D) [94%] HF,RP,OC,TR,CP ¦ τεθνηκεναι ℵA,B,C [6%] NU 20 Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτόν,των μαθητων αυτον f35 ℵA,B,C [22%] NU ¦ ~ 312 [55%] HF,RP,OC,TR ¦ ~ αυτων 12 [20%] CP ¦ 12 αυτου D ¦ 12 αυτου 3 𝕻45 ¦ three other variants [2%] ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
The return to Antioch
21 Εὐαγγελισάμενοί§ευαγγελισαμενοι rell ¦ ευαγγελιζομενοι A,D [20%] τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς*εις f35 D [20%] ¦ 1 την ℵA,B,C [80%] HF,RP,OC,TR,CP,NU Λύστραν καὶκαι f35 𝕻45D [90%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,B,C [5%] NU ¦ 1 το [5%] Ἰκόνιον καὶκαι f35 B,D [95%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,C [5%] NU Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» 23 Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν,§πρεσβυτερους κατ εκκλησιαν f35 [94%] HF,RP,TR,CP ¦ ~ 231 ℵA,B,C(D) [6%] NU ¦ 123 και OC (in small print) προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.*πεπιστευκεισαν rell ¦ επεπιστευκεισαν [14%] ¦ πεπιστευκισαν ℵC ¦ πεπιστευκασιν D [2%] OC ¦ πεπιστευκησαν [1%] ¦ πεπειστευκεισαν A 24 Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰςεις f35 A,D [97%] HF,RP,OC,TR,CP ¦ 1 την ℵB,C [3%] NU Παμφυλίαν. 25 Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν.ατταλειαν rell ¦ αταλειαν [15%] ¦ αταλιαν [10%] ¦ ατταλιαν ℵA,B,C,D [8%] ¦ two other spellings 26 Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν§ανηγγειλαν f35 [92%] HF,RP,OC,TR,CP ¦ ανηγγελλον ℵA,B,C [3%] NU ¦ ανηγγειλον D ¦ απηγγειλαν [5%] ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 Διέτριβον δὲ ἐκεῖ*εκει f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

<- Acts 13Acts 15 ->