Link to home pageLanguagesLink to all Bible versions on this site
5
We live by faith
1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν (οἰκίαν ἀχειροποίητον), αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· 3 εἴ γε καὶ ἐνδυσάμενοι*ενδυσαμενοι f35 𝕻46ℵB,C [99%] RP,HF,OC,TR,CP ¦ εκδυσαμενοι D,NU ¦ εκλυσαμενοι [0.5%] οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι—ἐφ᾿ ᾧ εφ ω f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ επειδη [5%] TR (Just for the record, f35 has ῶ [no aspiration]—since the εφ indicates that the following vowel is aspirated, they were just saving ink, avoiding the redundancy.) οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶκαι f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. 6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου 7 —διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— 8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. 9 Διὸ καὶ φιλοτιμούμεθα (εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες) εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται§κομισηται rell ¦ κομισητε [7%] CP ¦ εκομισηται ℵ ¦ κομησηται [15%] ἕκαστος τὰ διὰ*δια rell ¦ ιδια 𝕻46 CP τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.κακον f35 𝕻46 B (94.2%) RP,HF,OC,TR,CP ¦ φαυλον ℵC,048 (4.7%) NU ¦ four other variants (1.2%) 11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν.

Why Christ died
Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ γὰργαρ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ§αλλα rell ¦ αλλ [15%] CP ἀφορμὴν διδόντες ὑμῖν καυχήματος*καυχηματος rell ¦ καυχησεως CP ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένουςκαυχωμενους rell ¦ καυχομενους [17%] καὶ οὐου f35 C [95%] RP,HF,OC,TR,CP ¦ ουκ [1%] ¦ μη εν 𝕻46ℵB [4%] NU καρδίᾳ.

13 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο· ὅτι εἰ§ει f35 C [50%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [50%] NU (OC has small print.) εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ πάντων*παντων f35 [35%] ¦ αυτων 𝕻46ℵB,C [55%] RP,HF,OC,TR,CP,NU ¦ αυτων 1 [10%] ἀποθανόντι καὶ ἐγερθέντι.

We are Christ’s ambassadors
16 Ὥστε, ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα—εἰ δὲδε f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰαλλα rell ¦ 1 και CP νῦν οὐκέτι γινώσκομεν— 17 ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν· ἰδού, γέγονεν καινὰ τὰ πάντα.§καινα τα παντα f35 (56.3%) RP,HF,OC,TR ¦ ~ 231 (40.6%) CP ¦ 1 𝕻46ℵB,C,048 (2.3%) NU ¦ five other readings (0.8%) 18 Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ*ιησου f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσωνκαταλλασσων rell ¦ καταλασσων ℵ [20%] ¦ καταλασων [1%] ¦ καταλλασσον [1%] ¦ καταλασον [1%] ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενοςθεμενος f35 [45%] CP ¦ 1 εν 𝕻46ℵB,C [55%] RP,HF,OC,TR,NU ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.

20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ· Καταλλάγητε τῷ Θεῷ. 21 Τὸν γὰρ§γαρ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα*γενωμεθα f35 𝕻46ℵB,C [85%] RP,HF,OC,CP,NU ¦ γινωμεθα [5%] TR ¦ γενομεθα [10%] δικαιοσύνη Θεοῦδικαιοσυνη θεου rell ¦ ~ 21 [11%] ἐν αὐτῷ.

<- 2 Corinthians 42 Corinthians 6 ->