Link to home pageLanguagesLink to all Bible versions on this site
About doctrine
4
Things taught by demons
1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις*πλανοις f35 ℵA,C [70%] RP,HF,OC,TR,NU ¦ πλανης [30%] CP καὶ διδασκαλίαις δαιμονίων 2 —ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένωνκεκαυτηριασμενων f35 C,I [85%] RP,HF,TR,CP ¦ κεκαυστηριασμενων ℵA [10%] OC,NU ¦ και καυ(σ)τηριασμενων [5%] τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψινμεταληψιν f35 C [97%] RP,HF,OC,TR,CP ¦ μεταλημψιν ℵA [3%] NU μετὰ εὐχαριστίας§ευχαριστιας f35 ℵC [90%] RP,HF,OC,TR,CP,NU ¦ ευχαριστειας A [10%] (Also in verse 4.) τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι*επεγνωκοσι f35 ℵC [80%] HF,OC,CP,NU ¦ επεγνωκοσιν A [20%] RP,TR (Some TRs have the shorter form.) τὴν ἀλήθειαν. 4 Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
A good servant of Jesus Christ
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ,ιησου χριστου f35 [80%] RP,HF,OC,TR ¦ ~ 21 ℵA,C [20%] CP,NU ἐντρεφόμενοςεντρεφομενος rell ¦ εκτρεφομενος [2%] CP τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. 7 Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. 8 Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας§επαγγελιας f35 [60%] OC ¦ επαγγελιαν ℵA [40%] RP,HF,TR,CP,NU (The form being ambiguous between genitive singular or accusative plural, copyists who took the form to be genitive would naturally change it to accusative, leaving it singular. In the context the accusative plural makes excellent sense, there being many promises.) ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
A trustworthy word
9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος 10 (εἰς τοῦτο γὰρ καὶ*και f35 [95%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [5%] NU κοπιῶμεν καὶ ὀνειδιζόμεθα)·ονειδιζομεθα f35 [93%] RP,HF,OC,TR,CP ¦ αγωνιζομεθα ℵA,C [7%] NU (Is not the variant chosen by NU inferior?) ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλισταμαλιστα rell ¦ 1 δε [10%] πιστῶν.
Watch your life and doctrine
11 Παράγγελλε§παραγγελλε rell ¦ παραγγελε [10%] CP (Also in 5:7 and 6:17.) ταῦτα καὶ δίδασκε. 12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου*γινου f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ γενου [10%] CP τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι,εν πνευματι f35 (90.9%) RP,HF,OC,TR,CP ¦ — ℵA,C,I (9.1%) NU (The omission could be a not very difficult case of homoioarcton.) ἐν πίστει, ἐν ἁγνείᾳ. 13 Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐνεν f35 (97.4%) RP,HF,OC,TR,CP ¦ — ℵA,C (2.4%) NU ¦ one other variant (0.2%) πᾶσιν. 16 Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

<- 1 Timothy 31 Timothy 5 ->