Link to home pageLanguagesLink to all Bible versions on this site
50
1 Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέῤῥαψεν οἶκον, καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν· 2 καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ. 3 Ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον· 4 ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν ἐμπολιορκῆσαι, 5 ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος· 6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, ὡς σελήνη πλήρης ἐν ἡμέραις· 7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου, καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης· 8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος· ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους, 9 ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ· 10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς, καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.

11 Ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος. 12 Ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῶ λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων, 13 καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν· καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ. 14 Καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος, 15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς· ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῷ παμβασιλεῖ.

16 Τότε ἀνέκραγον υἱοὶ Ἀαρὼν, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν· ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου. 17 Τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε, καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ ὑψίστῳ. 18 Καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος. 19 Καὶ ἐδεήθη ὁ λαὸς Κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.

20 Τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραὴλ, δοῦναι εὐλογίαν Κυρίῳ ἐν χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι. 21 Καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου. 22 Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντες τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας, καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. 23 Δῴη ἡμῖν εὐφροσύνην καρδίας, καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, 24 ἐμπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.

25 Ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος. 26 Οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.

27 Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξε ἐν τῷ βιβλίῳ, τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἱεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ. 28 Μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται. 29 Ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει, ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ.

ΠΡΟΣΕΥΧΗ ἸΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ.

<- ΣΕΙΡΑΧ 49ΣΕΙΡΑΧ 51 ->