6 Οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ Κυρίου. 7 Ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται. 8 Τί ἄνθρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ; 9 Ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν. 10 Ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. 11 Διὰ τοῦτο ἐμακροθύμησε Κύριος ἐπʼ αὐτοῖς, καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. 12 Εἶδε καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρὰ, διὰ τοῦτο ἐπλήθυνε τὸν ἐξιλασμὸν αὐτοῦ. 13 Ἔλεος ἄνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14 Τοὺς ἐκδεχομένους παιδείαν ἐλεεῖ, καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
15 Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, καὶ ἐν πάσῃ δόσει λύπην λόγων. 16 Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. 17 Οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. 18 Μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. 19 Πρινὴ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀῤῥωστίας θεραπεύου. 20 Πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. 21 Πρὶν ἀῤῥωστῆσαί σε ταπεινώθητι, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
22 Μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. 23 Πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν, και μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν Κύριον. 24 Μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. 25 Μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26 Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρὸς, καὶ πάντα ἐστὶ ταχινὰ ἔναντι Κυρίου.
27 Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται, καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας· 28 πᾶς συνετὸς ἔγνω σοφίαν, καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. 29 Συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
30 Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. 31 Ἐὰν χορηγήσεῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. 32 Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μηδὲ προσδεθῇς συμβολῇ αὐτῆς. 33 Μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοι ἐστὶν ἐν μαρσυπείῳ.
<- ΣΕΙΡΑΧ 17ΣΕΙΡΑΧ 19 ->