Link to home pageLanguagesLink to all Bible versions on this site
81
1 Ψαλμὸς τῷ Ἀσάφ.
Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. 2 Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα. 3 Κρίνατε ὀρφανὸν καὶ πτωχὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. 4 Εξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.

5 Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμελια τῆς γῆς. 6 Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. 7 Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.

8 Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

<- ΨΑΛΜΟΙ 80ΨΑΛΜΟΙ 82 ->