Link to home pageLanguagesLink to all Bible versions on this site
28
1 Ἐστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίου ὅθεν διηθεῖται. 2 Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται.

3 Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία, καὶ σκιὰ θανάτου. 4 Διακοπὴ χειμάῤῥου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν. 5 Γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. 6 Τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ. 7 Τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινὸν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· 8 Καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων. 9 Ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη. 10 Δίνας δὲ ποταμῶν διέῤῥηξε, πᾶν δὲ ἔντιμον εἴδέ μου ὁ ὀφθαλμός. 11 Βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς.

12 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; 13 Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις. 14 Ἄβυσσος εἶπεν, οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν, οὐκ ἔνεστι μετʼ ἐμοῦ. 15 Οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς. 16 Καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφεὶρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. 17 Οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. 18 Μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. 19 Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.

20 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; 21 Λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη. 22 Ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.

23 Ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. 24 Αὐτὸς γὰρ τὴν ὑπʼ οὐρανὸν πᾶσαν ἐφορᾷ· εἰδὼς τὰ ἐν τῇ γῇ, πάντα 25 ἃ ἐποίησεν, ἀνέμων σταθμὸν, ὕδατος μέτρα ὅτε ἐποίησεν· 26 οὕτως ἰδὼν ἠρίθμησε, καὶ ὁδὸν ἐν τινάγματι φωνάς. 27 Τότε εἶδεν αὐτὴν, καὶ ἐξηγήσατο αὐτὴν, ἑτοιμάσας ἐξιχνίασεν. 28 Εἶπε δὲ ἀνθρώπῳ, Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστὶν ἐπιστήμη.

<- ΙΩΒ 27ΙΩΒ 29 ->