2 Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; 3 εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Μὴ πολὺς ἐν ῥήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι; 4 Μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
5 Ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρὸς σὲ, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ; 6 Εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας· ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας.
7 Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ; 8 Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου, τί οἶδας; 9 ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;
10 Ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας; 11 Αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
12 Ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δὲ γεννητὸς γυναικὸς, ἶσα ὄνῳ ἐρημίτῃ.
13 Εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτὸν, 14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω· 15 Οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρὸν, ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ μὴ φοβηθήσῃ· 16 Καὶ τὸν κόπον ἐπιλήσῃ, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· 17 Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή· 18 Πεποιθώς τε ἔσῃ, ὅτι ἐστί σοι ἐλπὶς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη· 19 Ἡσυχάσεις γὰρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. 20 Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
<- ΙΩΒ 10ΙΩΒ 12 ->