5 Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ἰούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῃ, 6 τοὺς δυνατοὺς ἄνδρας, καὶ τὰς γυναῖκας, καὶ τὰ νήπια τὰ λοιπὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, καὶ τὰς ψυχὰς ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ Ἀχεικὰμ, καὶ Ἱερεμίαν τὸν προφήτην, καὶ Βαροὺχ, υἱὸν Νηρίου, 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου, καὶ εἰσῆλθον εἰς Τάφνας.
8 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν ἐν Τάφνας, λέγων, 9 λάβε σεαυτῷ λίθους μεγάλους, καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατʼ ὀφθαλμοὺς ἀνδρῶν Ἰούδα, 10 καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας, καὶ ἀρεῖ τᾶ ὅπλα ἐπʼ αὐτοὺς, 11 καὶ εἰσελεύσεται, καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμὸν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν. 12 Καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν, καὶ ἐμπυριεῖ αὐτὰς, καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
<- ΙΕΡΕΜΙΑΣ 49ΙΕΡΕΜΙΑΣ 51 ->