Link to home pageLanguagesLink to all Bible versions on this site
12
1 Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ, καὶ ἐν ἀσεβείαις οἶκος Ἰσραὴλ, καὶ Ἰούδα· νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς, καὶ ὁ λαὸς ἅγιος κεκλήσεται Θεοῦ.

2 Ὁ δὲ Ἐφραὶμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. 3 Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδικῆσαι τὸν Ἰακώβ· κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ.

4 Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. 5 Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς. 6 Ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. 7 Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός.

8 Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. 9 Καὶ εἶπεν Ἐφραὶμ, πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ· πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, διʼ ἀδικίας ἃς ἥμαρτεν. 10 Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέραι ἑορτῆς. 11 Καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. 12 Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.

13 Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ γυναικὶ ἐφυλάξατο. 14 Καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη. 15 Ἐθύμωσεν Ἐφραὶμ, καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει Κύριος αὐτῷ.

<- ΩΣΗΕ. Αʹ 11ΩΣΗΕ. Αʹ 13 ->